1

1

In sanctum Stephanum ii

Εἰς τὸν ἅγιον Στέφανον, βʹ.

63.931 Οἱ μὲν ἔξωθεν στεφάνους πλέκειν ἀνδράσι βουλόμενοι, ῥόδα καὶ κρίνα καὶ

τὰ λοιπὰ τῆς γῆς ἄνθη συνάγειν σπουδάζουσιν· οὕτω γὰρ τῶν ἐπιγείων στεφανοπλόκων ὁ νόμος. Ἡμεῖς δὲ στέφανον κατασκευάζοντες τῷ μακαρίῳ Στεφάνῳ, ἐξ αὐτοῦ Στεφάνου τὰ πνευματικὰ ἄνθη τρυγήσωμεν, ἵνα στέφανον χαρίτων τῇ κεφαλῇ Στεφάνου πλέξωμεν.

Λειμὼν γάρ ἐστιν ὁ 63.932.70 μακάριος Στέφανος, πάσης εὐωδίας πεπληρωμένος, τῷ αἵματι τοῦ Χριστοῦ ἀρδευόμενος, τῷ Πνεύματι τῷ ἁγίῳ καταμυριζόμενος, καὶ εὐωδιάζων τὰ σύμπαντα. Ἰδοὺ γὰρ Στεφάνου μνήμη, καὶ τὰ πάντα ἁγιασμοῦ πεπλήρωται· ὁ οὐρανὸς τὸ πνεῦμα δεξάμενος, ἡ γῆ τὸ σῶμα ὑποδεξαμένη, ὁ ἀὴρ ὁμοῦ καὶ τὰ πάντα τοῦ μύρου τῆς εὐωδίας πεπλήρωται. Ἡμεῖς δὲ ἔχομεν αὐτὸν ὑπὲρ 63.933 ἡμῶν πρεσβεύοντα, τὸν τῆς Ἐκκλησίας κόσμον, τὸν τῆς εὐσεβείας ἀθλητὴν, τὸν τοῦ Χριστοῦ μαθητὴν, τὸν τῶν Ἰουδαίων ἔλεγχον, τὸν τῶν μαρτύρων ἔξαρχον, τὸν τῶν χηρῶν προστάτην, τὸν τῶν πεινώντων τροφέα, τὸν τῶν καταπονουμένων ἀντιλήπτορα, τὸν φρουρὸν τῆς ἁγίας Χριστοῦ πόλεως, τὸν τῶν καλῶν διακόνων στέφανον, τὸν στῦλον τῆς Ἐκκλησίας, τὸ τῶν μαρτύρων ἀγλάϊσμα, τὸ τῆς οἰκουμένης καύχημα, τὸ ἑδραίωμα τῆς πίστεως· ὁ φύλαξ τῶν ἡμετέρων ψυχῶν, ὁ ὑπὲρ τῶν διωκόντων εὐχόμενος, καὶ ὑπὲρ τῶν λιθαζόντων ὑπεραπολογούμενος, καὶ διὰ τοῦτο ἀγγελικῇ χάριτι τὸ πρόσωπον δοξαζόμενος.

Πάντες γὰρ, φησὶν, οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ, ὡσεὶ πρόσωπον ἀγγέλου. Στεφανώσωμεν ἀθλητὴν νῦν τὸν Στέφανον, τὸν πρωτοαθλητὴν τοῦ Χριστοῦ, καὶ τοῖς τῶν λόγων ἄνθεσι παύσωμεν. Ἦν μὲν οὖν τοῦ χοροῦ τῶν 63.934 ἀποστόλων τὸ καλλώπισμα, καὶ τοῖς μαθηταῖς τῆς εὐσεβείας ἐγκατελέγετο· ἡμερότητι ἐκράτει πάντων ἀνθρώπων, καὶ φιλάνθρωπον εἶχεν ἐξαίρετον, καὶ οὐδ' οὕτω τοῖς αὑτοῦ πόνοις, ὡς τοῖς ἀλλοτρίοις ἐνύττετο, καὶ τὴν τοῦ πλησίον ἔνδειαν ἰδίαν ἐνόμιζε, καὶ τὸ προσὸν πάθος ἑτέρῳ ὡς αὐτῷ προσὸν ἐθεράπευεν. Ἐν δὲ τοῖς πρώτοις τοῦ λόγου κηρύγμασι, δαψιλῶς ἀνθούσης τῆς πίστεως, καὶ παραχρῆμα οἱ μὲν πλουτοῦντες ἀπετίθεντο τῶν χρημάτων τὸν φόρτον, οἱ δὲ ἐνδεεῖς τὸ λεῖπον ἐλάμβανον.

Τῆς οὕτω καλῆς ἁρμονίας καὶ τάξεως οἰκονόμος ὑπῆρχεν ὁ Στέφανος, καὶ τοῦτον εἶχεν ἡ πενία προστάτην καὶ σύμμαχον, ὁ δὲ πλοῦτος ἡνίοχον. Ἐπανεπαύετο μὲν ἐπ' αὐτὸν ἡ τοῦ Πνεύματος δύναμις, καὶ τὸν ἄνθρωπον ἴδιον οἶκον εἶχεν ἡ χάρις. Ἀνυμνήσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, σὺν τῷ πρωτομάρτυρι Στεφάνῳ τὸν τοὺς στεφάνους δωρούμενον, τὴν ἁγίαν καὶ ὁμοούσιον Τρίαδα, ὅτι αὐτῇ πρέπει ἡ δόξα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.