1

 2

1

Laus Diodori episcopi

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ∆ΙΟ∆ΩΡΟΝ ΕΠΙΣΚΟΠΟΝ τὸν προλαβόντα καὶ ἐγκωμιάσαντα.

52.761 αʹ. Ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος, πρώην τὴν ἀῤῥωστίαν τοῦ

σώματος ἀποθέμενος, καὶ ἐπὶ τὸν θρόνον τοῦτον ἀναβὰς, ἐμοὶ τοῦ λόγου τῶν προοι μίων ἀπήρξατο, τὸν Βαπτιστὴν Ἰωάννην, καὶ φω νὴν τῆς Ἐκκλησίας, καὶ ῥάβδον Μωσέως, καὶ ἕτερα πλείονα μετὰ τούτων προσειπών. Καὶ οὗτος μὲν ἐπῄνεσε τότε, ὑμεῖς δὲ ἀνεκράγετε· ἐγὼ δὲ πόῤῥω καθήμενος πικρὸν ἀνεστέναξα. Αὐτὸς γὰρ ἐπῄνει, τὴν φιλοτεκνίαν ἐπιδεικνύμενος, ὑμεῖς ἀνεκράγετε, τὴν φιλαδελφίαν ἐμφαίνοντες, ἐγὼ δὲ ἐστέναξονsic τῷ τῶν ἐπαίνων ὄγκῳ πιεζόμενος. Ἐγκωμίων γὰρ μέγεθος ἁμαρτημάτων οὐκ ἔλαττον δάκνειν εἴωθε τὸ συνειδός· καὶ ὅταν τις ἑαυτῷ μηδὲν συνειδὼς 52.762 ἀγαθὸν, πολλὰ καὶ μεγάλα ἀγαθὰ λεγόντων ἑτέρων ἀκούῃ περὶ αὑτοῦ, ἀναλογιζόμενος τὴν παροῦσαν ὑπόληψιν καὶ τὴν μέλλουσαν ἡμέραν, καθ' ἣν πάντα γυμνὰ καὶ τετραχηλισμένα· καὶ ὅτι ὁ τότε δικάζων, οὐκ ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας, ἀλλ' αὐτῆς τῶν πραγμάτων κρινεῖ τῆς ἀληθείας (Οὐ γὰρ κατὰ τὴν δόξαν κρινεῖ, φησὶν, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει)· ταῦτα πάντα ἐννοῶν, ὀδυνῶμαι τοῖς ἐπαίνοις καὶ τῇ χρηστῇ τῶν πολλῶν ὑπονοίᾳ, πολὺ τὸ μέσον ταύτης πρὸς τὴν μέλλουσαν ψῆφον ὁρῶν. Νῦν μὲν γὰρ προ σωπείοις τισὶ ταῖς παρὰ τῶν πολλῶν δόξαις κρυπτό μεθα· ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ, γυμνῇ τῇ κεφαλῇ, τῶν προσωπείων τούτων ἀφαιρεθέντων, πρὸ βήματος 52.763 ἑστῶτες, οὐδὲν ἀπὸ τῆς ἐντεῦθεν δόξης εἰς τὴν ἐκεῖ ψῆφον ὠφεληθῆναι δυνησόμεθα, ἀλλὰ δι' αὐτὸ τοῦτο κολασθησόμεθα μειζόνως, ὅτι καὶ πολλῶν ἐπαίνων καὶ πολλῆς εὐφημίας παρὰ τῶν πολλῶν ἀπολαύσαντες, οὐδὲ αὐτῷ τούτῳ γεγενήμεθα βελ τίους.

βʹ. Ταῦτ' οὖν ἅπαντα ἐννοῶν, πικρὸν ἐστέναξον sic ∆ιὸ καὶ ἀνέστην ταχέως σήμερον, ὥστε ἐφ' ὑμῶν τῶν ἐκεῖνα ἀκηκοότων τὴν τοιαύτην ἀποκρούσασθαι δόξαν. Καὶ γὰρ στέφανος ὅταν μείζων ᾖ τῆς τοῦ στε φανουμένου κεφαλῆς, οὐ περισφίγγει τοὺς κροτά φους, οὐκ ἐνιζάνει τῇ κεφαλῇ· ἀλλὰ χαυνότερος τῷ μεγέθει γινόμενος, διὰ τῶν ὀφθαλμῶν καταβαίνων περιαυχένιος γίνεται, καὶ τὴν κεφαλὴν ἀφίησιν ἀστε φάνωτον. Ὃ δὴ καὶ ἡμεῖς πεπόνθαμεν, τοῦ στεφάνου τῶν ἐγκωμίων μείζονος τῆς ἡμετέρας φανέντος ἀξίας κεφαλῆς. Ἀλλ' ὅμως καὶ τούτων οὕ τως ἐχόντων, διὰ τὴν παροῦσαν(f.περιοῦσαν) αὐτῷ φιλοστοργίαν, ὁ πατὴρ οὐκ ἀπέστη πρὶν αὐτὸν ὁπωσ δήποτε ἐπιθεῖναι ἡμῖν. Οὕτω που καὶ βασιλεῖς ποιοῦσι πολλάκις, καὶ τὸ αὐτοῖς ἁρμόζον διάδημα λαβόντες, ταῖς τῶν παιδίων ἐπιτιθέασι κεφαλαῖς· εἶτα ἐπειδὰν ἴδωσιν ἐλάττω τὴν παιδικὴν οὖσαν κο ρυφὴν τοῦ στεφάνου, αὐτῷ τούτῳ τῷ περιθεῖναι ἁπλῶς καὶ ὡς ἔτυχε πληροφορηθέντες, λαβόντες λοι πὸν ἑαυτοῖς περιτίθενται.

γʹ. Ἐπεὶ οὖν καὶ ὁ πατὴρ τὸν αὐτῷ πρέποντα στέφα νον ἡμῖν ἐπέθηκε, καὶ μείζων ὤφθη τῆς ἡμετέρας κορυφῆς, ἑαυτῷ οὐκ ἂν ἕλοιτο περιθεῖναι· φέρε δὴ αὐτὸν ἡμῶν ἀφελόμενοι, τῇ ἁρμοζούσῃ τοῦ πατρὸς ἡμεῖς ἐπιθῶμεν κεφαλῇ πάλιν. Τοῦ γὰρ Ἰωάννου τὸ ὄνομα παρ' ἡμῖν, τὸ δὲ φρόνημα παρὰ τούτῳ· καὶ τὴν μὲν προσηγορίαν ἡμεῖς ἐδεξάμεθα, τὴν δὲ φιλο σοφίαν οὗτος ἐκτήσατο. ∆ιὰ τοῦτο καὶ τῆς προσηγο ρίας δίκαιος ἂν εἴη κληρονομῆσαι μᾶλλον ἡμῶν· συνώνυμον γὰρ οὐχ ἡ τῶν ὀνομάτων κοινωνία, ἀλλ' ἡ τῶν πραγμάτων συγγένεια ποιεῖν εἴωθε, κἂν τὰ ὀνόματα διαφέρῃ. Οὐ γὰρ ὥσπερ οἱ τῆς ἔξωθεν φιλο σοφίας μετέχοντες, οὕτω καὶ ἡ Γραφὴ περὶ τούτων φιλοσοφεῖν εἴωθεν. Ἐκεῖνοι μὲν γὰρ ἂν μὴ μετὰ τῆς οὐσίας καὶ ἡ