1

1

Quod grave sit dei clementiam contemnere

∆ʹ. Τοῦ αὐτοῦ, ὅτι βαρὺ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταφρονεῖν. Ἐῤῥέθη δὲ τῆς τῶν μυρίων ταλάντων ἀναγνωσθείσης παραβολῆς. Καὶ

κατὰ Ἰουδαίων, τοῦ σεισμοῦ γενομένου.

64.17 Ἡ μὲν τῆς ∆εσποτικῆς φιλανθρωπίας ἀρτίως ἀκουομένη φιλοτιμία πολλὴν

καὶ μυρίων ἁμαρτίας ταλάντων χρεοκοπίαν εἰργάσατο ἁμαρτωλοῖς δωρουμένη· πολλοὶ δὲ πολλάκις τῆς ∆εσποτικῆς κατασκιρτῶντες χρηστότητος, καὶ κακῶς ταῖς παρ' αὐτῆς δωρεαῖς κεχρημένοι, τὸν τῆς φιλανθρωπίας κατασκευάζουσι πλοῦτον θησαυρισμὸν ἑαυτοῖς τιμωρίας. Οὐ γὰρ σκορπίζων ἁπλῶς τοὺς οἰκτιρμοὺς ὁ Θεὸς, οὐδὲ νοσῶν ἀσωτίαν φιλοτιμίας, τὸν τῆς φιλανθρωπίας ἐπιδείκνυται πλοῦτον, ἀλλὰ τῇ τῶν δωρεῶν δυσωπῶν ἀφθονίᾳ· ὅταν δὲ ἴδῃ μάτην αὐτῷ τὰ τῆς φιλανθρωπίας ῥιπτούμενα, συστέλλει τῶν 64.18 ἀγαθῶν τὰς πηγὰς, κατέχει τῆς φιλανθρωπίας τοὺς ὄμβρους, ὀκνεῖ χαριζόμενος. Πόσοις ποτὲ τοὺς Ἰουδαίων δήμους ἀγαθῶν ὑετοῖς ἐπικλύζων, ὡς εἶδεν ἀκάρπους πρὸς εὐχαριστίας καρποὺς, ὥσπερ ἐμπλησθεὶς τῆς ἐκείνων ἀγνωμοσύνης, ἐβόα· Ἐγένεσθέ μοι εἰς πλησμονήν. Τῆς ἐμῆς εἰς ὑμᾶς ὤφθητε, φησὶ, πρός με φιλανθρωπίας φιλονεικότεροι· ἔκαμνον ὑμῖν χαριζόμενος· Ἐγένεσθέ μοι εἰς πλησμονήν. Εὐλόγως τῆς ἐπ' αὐτοῖς μακροθυμίας ὁ κόρος· οὐ γὰρ εὑρίσκεται τρόπος τῆς αὐτῶν διορθώσεως