Sermo 17 excerpta

Sermo 17 excerpta

91 (hgl.ζ. 5ff.) Περὶ τῶν ἀνυπομονήτων καὶ θεμέλιον πίστεως μὴ ἐχόντων, (hgl.ζ. 10ff.) ὅτι αἱ προαιρέσεις τούτων τοιαῦταί εἰσιν· ἐὰν μή (φησίν) μεταλάβω χάριν πνεύματος, ἀδυνάτως ἔχω παραμεῖναι, 92 (hgl.ζ. 2ff.) εἰ δὲ λάβω, τότε παραμενῶ. οὗτος οὐδὲ λαβὼν παρα μένει, ὅτι τὰς θλίψεις γενναίως φέρειν οὐ δύναται, μὴ εὐτρεπίσας οὕτως ἑαυτόν, (hgl.ζ. 19φ.) δέον κρίνειν, ὅτι τῷ δεσπότῃ μου κεχρεώστηται παρ' ἐμοῦ πάσῃ εὐνοίᾳ δουλεύειν 93 (hgl.ζ. 2) καί, εἴτε δίδωσί μοι ἢ οὔ, ἐγὼ οὐκ ἀφίημι τὸν δρόμον (hgl.ζ. 11ff.) τοῦτο λογιζόμενος, ὅτι οὔκ εἰμι ἄξιος, ἵνα κἂν τὸ ὄνομα αὐτοῦ ἐπικληθῇ ἐπ' ἐμέ. (hgl.ζ. 18φ.) εἰ δὲ καὶ γεέννῃ με παραδώσει κολασθῆναι, ἐγὼ οὐκ ἀφίημι αὐτόν. 94 (hgl.ζ. 1φ.) ὡς καὶ ὁ Ἰώβ· ἐάν με ἀποκτείνῃς, ἐγὼ οὐκ ἀφίημί σε καὶ τῆς ἀκακίας μου οὐ μὴ ἐκσταίην. ὁ τοιοῦτος (hgl.ζ. 6) δικαίως τὴν ζωὴν κληρονομήσει.