De Heliodoro et Achille Tatio judicium

 πανδήμου ταύτην Ἀφροδίτης τετήρηκε, οὐδ' ἐν οἷς νενίκητο ἀποσεισαμένην τὸ ἔννομον. Ὁρῶ τὸ σύγγραμμα καὶ πολυμαθείας ἁπτόμενον· φυσικαί τε γὰρ αὐτῷ ὑπο

De Heliodoro et Achille Tatio judicium

Τίς ἡ διάκρισις τῶν συγγραμμάτων, ὧν τῷ μὲν Χαρίκλεια, τῷ δὲ Λευκίππη ὑποθέσεις καθεστήκατον;

Πολλοὺς οἶδα καὶ τῶν ἄγαν πεπαιδευμένων ἀμφισβητοῦντας περὶ τῶν δύο τούτων ἐρωτικῶν συγγραμμάτων, ὧν τῷ μὲν ἡ Χαρίκλεια τῷ δὲ ἡ Λευκίππη ὑποθέσεις καθεστήκατον, κόραι καὶ τὸ εἶδος ἀστεῖαι καὶ τὸ ἦθος κατὰ πολὺ κρείττους. οἱ μὲν γὰρ ὅλαις ψήφοις νικᾶν φασι τὸ τῆς Χαρικλείας σύγγραμμα τὴν ἐρωτικὴν τῆς Λευκίππης κατασκευήν, οἱ δὲ ἐκ διαμέτρου ἐκείνην μᾶλλον ἡττᾶσθαι ταύτης. ἐγὼ δὲ ἀμφοτέροις τοῖς βι βλίοις ὡμιληκὼς καὶ τάς τε λέξεις ἀμφοῖν καὶ τὰς διανοίας ἀκρι βωσάμενος οὐδενὶ προστίθεμαι τῶν οὕτω διακρινάντων καὶ ἀποτόμως κατὰ τῆς ἑτέρας ἀποφηναμένων, ἀλλ' ἑκάτερον τῶν συγγραμμάτων καὶ ἡττᾶσθαι θατέρου καὶ νικᾶν ἐκεῖνο παρὰ μέρος κέκρικα· κρατεῖν μέντοι γε τῷ πλείονι μέρει τὸ τῆς Χαρικλείας.

Ἔστι γὰρ τὸ κάλλος τοῦ κατ' αὐτὴν λόγου οὔτε πάνυ κομμωτικὸν καὶ θεατρικὸν οὔτε μὴν Ἀττικόν τε καὶ ὑπερήφανον ἀλλὰ τῷ μεγαλοπρεπεῖ διαπρέπον. οὐδὲ τοῦ εὐτερποῦς καὶ τοῦ πρὸς ἡδονὴν ἐστέρηται, ὀνόμασι δὲ περιήνθιστα ἁβροῖς καὶ ὡραίοις σχημάτων τ' ἐξαλλαγαῖς καὶ τῇ καινοτομίᾳ τῆς φράσεως πρὸς τὸ ὑψηλότερον συγκεκρότηται. ἥρμοσται δὲ πάνυ χαριέντως καὶ ἐννοίαις παραδόξοις καὶ συντόμοις ἐψύχωται, ᾠκονόμηται δὲ κατὰ τὰς Ἰσοκράτους καὶ ∆ημοσθένους τέχνας. πόρρωθέν τε γὰρ τὸ ὑποτρέχον διοικούμενον φαίνεται καὶ τὸ ἀντιπῖπτον εὐθὺς πρὸς τοῦτο ἐπαναδίδοται. ὅ γέ τοι πρώτως ἀναγινώσκων ἐκ περιττοῦ τὰ πολλὰ κεῖσθαι οἰόμενος, προϊόντος τοῦ λόγου, τὴν οἰκονομίαν τοῦ συγγεγραφότος θαυμάσεται· καὶ αὐτὴ δὲ ἡ ἀρχὴ τοῦ συγγράμματος ἔοικε τοῖς ἑλικτοῖς ὄφεσι· οὗτοι τε γὰρ τὴν κεφαλὴν εἴσω τῆς σπείρας κατακαλύψαντες, τὸ λοιπὸν σῶμα προβέβληνται, καὶ τὸ βιβλίον τὴν τῆς ὑποθέσεως εἰσβολὴν ἐν μέσῳ διολισθήσασαν ὥσπερ κληρωσάμενον ἀρχὴν πεποίηται τὴν μεσότητα. Τρυφᾷ δὲ ὁ λόγος πάσης χάριτος ἄνθεσι. καὶ ἡδὺς μέν ἐστι τῇ λέξει καὶ τῇ εὐστομίᾳ τοῦ ῥητορεύσαντος, καλὸς δὲ τῇ ὑψηγορίᾳ καὶ τῷ δοκεῖν κατ' ἔμμετρον μεγαληγορίας τὰ πολλὰ συγκεῖσθαι. κεκαλλώπισται δὲ καὶ ἐπεισοδίοις διηγήμασι χάριν, ὡς ἂν εἴποι τις, ἀφροδίσιον πνέουσι. καὶ ἔστιν αὐτῷ τὸ μὲν εὔγλωττον καὶ τὴν λίχνον καταμελιττοῦν ἀκοὴν ποιητικῶς κατεσκευασμένον ἄνευ τοῦ φορτικοῦ, τὸ δὲ συνεστηκός τε καὶ οἷον ἡρωϊκὸν καλλιεπείᾳ διακεχυμένον. Ὃ δὲ πλείστους οἶδ' ἐπαιτιωμένους, τὸ περὶ τῆς Χαρικλείας φημί, ὅτι μὴ γυναικεῖον μηδὲ θῆλυ τῷ ῥήτορι φθέγγεται, ἀλλὰ παρὰ τὴν τέχνην αὐτῇ ἡ γλῶττα ἐπῆρται πρὸς τὸ σοφιστικώτερον, τοῦτο αὐτὸς οὐκ ἔχω ὅπως ἂν ἀρκούντως ἐπαινέσαιμι. οὐ γὰρ κατὰ κόρας ἰδιώτιδας εἰσῆκται τῷ συγγραφεῖ, ἀλλὰ τετελεσμένη κἀκ τοῦ Πυθίου, διὸ καὶ τὰ πολλὰ τῶν θρήνων χρηστηριάζει, ἐνθεάζει τε κατὰ τὰς ἔκφρονας μάντιδας καὶ ὅλη τοῦ τριποδικοῦ πέφυκε λέβητος.

Πάνυ δὲ καὶ τοῖς ἄλλοις προσώποις τὸ εἰκὸς ὁ συγγραφεὺς ἀποδίδωσι. τάς γέ τοι ἀτόπους τῶν ὑποθέσεων, ἃς οὐκ ἄν τις δυνηθείη περικαλύψασθαι, οὗτος εὐπρεπῶς διηγούμενος κρείττονας δέδειχε λεγομένας ἢ χείρονας πεπραγμένας. οὕτω γέ τοι καὶ τὸν πρεσβύτην Καλάσιριν ἐξαιρεῖ τῆς ἐπὶ τῇ προαγωγείᾳ μέμψεως, πρᾶγμα τῶν μὴ πάνυ πιστευομένων πρὶν ἂν ὁ συγγραφεὺς οὗτος τῷ ποικίλῳ τῆς τέχνης τὸ δοκοῦν ὑπαίτιον ἀπώσατο. καὶ τό γε θαυμασιώτερον, ὅτι ἐν ὑγρῷ οὕτω καὶ διακεχυμένῳ συγγράμματι τὸ συνεστηκός τε καὶ οἷον αὔθαδες τῆς σωφροσύνης ἐτήρησε καὶ τὴν τῆς Χαρικλείας ψυχὴν ἅπαξ κατασπάσας εἰς ἔρωτα ἀπὸ τῆς