Letter I.— To Flavian .

 Letter II. Translation absent.

 Letter III.— To Eustathia, Ambrosia, and Basilissa . To the most discreet and devout Sisters, Eustathia and Ambrosia, and to the most discreet and nob

 Letter IV.— To Eusebius .

 Letter V.— To the City of Sebasteia .

 Letter VI.— To Ablabius .

 Letter VII.— To Cynegius .

 Letter VIII.— A Testimonial .

 Letter IX.— To Stagirius .

 Letter X.— To a Friend .

 Letter XI. To a Student of the Classics .

 Letter XII.— An Invitation .

 Letter XIII. To Libanius .

 Letter XIV.— To Libanius .

 Letter XV.— On his work against Eunomius .

 Letter XVI. Translation absent.

 Letter XVII.— To the Church at Nicomedia .

 Letter XVIII.— To the Bishop of Melitene .

 Letter XIX. Translation absent.

 Letter XX.— To Adelphius the Lawyer .

 Letter XXI. Translation absent.

 Letter XXII. Translation absent.

 Letter XXIII. Translation absent.

 Letter XXIV. Translation absent.

 Letter XXV.— To Amphilochius .

 Letter XXVI. Translation absent.

 Letter XXVII. Translation absent.

 Letter XXVIII. Translation absent.

 Letter XXIX.

 Letter XXX.

Letter II. Translation absent.

[2] Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα, Κηνσίτορι Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι. ἐγὼ τοὺς ἅπαξ ἀνατεθεικότας ἑαυτοὺς τῇ ὑψηλῇ πολιτείᾳ καλῶς ἔχειν φημὶ πρὸς τὰς τοῦ εὐαγγελίου διὰ παντὸς ἀποβλέπειν φωνάς, καὶ ὥσπερ οἱ τῷ κανόνι τὸ ὑποκείμενον ἀπευθύνοντες κατὰ τὴν ἐπὶ τοῦ κανόνος εὐθεῖαν τὰ σκολιὰ τοῦ ἐν χερσὶν εἰς εὐθύτητα μεταβάλλουσιν, οὕτως προσήκειν ἡγοῦμαι οἷόν τινα κανόνα ὀρθὸν καὶ ἀδιάστροφον, τὴν εὐαγγελικὴν λέγω δὴ πολιτείαν, τούτοις ἐπιβάλλοντας κατ' ἐκείνην πρὸς τὸν θεὸν ἀπευθύνεσθαι. ἐπεὶ τοίνυν εἰσί τινες τῶν τὸν μονήρη καὶ ἰδιάζοντα βίον ἐπανῃρημένων, οἷς ἐν μέρει εὐσεβείας νενόμισται τὸ τοὺς ἐν Ἱεροσολύμοις τόπους ἰδεῖν, ἐν οἷς τὰ σύμβολα τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ κυρίου ὁρᾶται, καλῶς ἂν ἔχοι πρὸς τὸν κανόνα βλέπειν, καὶ εἰ ταῦτα βούλεται ἡ παρὰ τῶν ἐντολῶν χειραγωγία, ποιεῖν τὸ ἔργον ὡς πρόσταγμα κυρίου: εἰ δὲ ἔξω ἐστὶ τῶν ἐντολῶν τοῦ δεσπότου, οὐκ οἶδα τί θέλει [τί ἐστι] τὸ διατεταγμένον ποιεῖν, αὐτὸν ἑαυτῷ τοῦ καλοῦ νόμον γινόμενον. ὅπου προσκαλεῖται πρὸς τὴν κληρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν ὁ κύριος τοὺς εὐλογημένους, τὸ ἀπελθεῖν εἰς Ἱεροσόλυμα ἐν τοῖς κατορθώμασιν οὐκ ἀπηρίθμησεν: ὅπου τὸν μακαρισμὸν διαγγέλλει, τὴν τοιαύτην σπουδὴν οὐ περιέλαβεν. ὃ δὲ μήτε μακάριον ποιεῖ μήτε πρὸς τὴν βασιλείαν εὔθετον, ἀντὶ τίνος σπουδάζεται, ὁ νοῦν ἔχων ἐπισκεψάσθω. καὶ εἰ μὲν ἐπωφελὲς ἦν τὸ γινόμενον, οὐκ ἦν οὐδὲ οὕτως καλὸν παρὰ τῶν τελείων σπουδάζεσθαι: ἐπεὶ δὲ καταμανθάνομεν δι' ἀκριβείας τὸ γινόμενον καὶ ψυχικὴν προστρίβεσθαι βλάβην τοῖς τὸν ἀκριβῆ βίον ἐνστησαμένοις, οὐκ ἔστι τῆς μακρᾶς σπουδῆς ἄξιον ἀλλὰ τῆς μεγίστης φυλακῆς, ὡς μηδενὶ τῶν καταβλαπτόντων ὁ κατὰ θεὸν προῃρημένος ζῆν περιπείροιτο. τί οὖν ἐστιν ἐν τούτοις τὸ βλάπτον; ἡ σεμνὴ πολιτεία πᾶσι πρόκειται καὶ ἀνδράσι καὶ γυναιξίν: ἴδιον δὲ τοῦ κατὰ φιλοσοφίαν βίου ἡ εὐσχημοσύνη, αὕτη δὲ ἐν τῷ ἀμίκτῳ καὶ ἰδιάζοντι [βίῳ] τῆς ζωῆς κατορθοῦται, ὡς ἀνεπίμικτον καὶ ἀσύγχυτον εἶναι τὴν φύσιν, μήτε τῶν γυναικῶν ἐν ἀνδράσι μήτε τῶν ἀνδρῶν ἐν γυναιξὶ πρὸς τὰ παρατετηρημένα τῆς ἀσχημοσύνης ὁρμώντων. ἀλλ' ἡ τῆς ὁδοιπορίας ἀνάγκη ἀναιρεῖ τὴν ἐν τούτοις ἀκρίβειαν καὶ πρὸς ἀδιαφορίαν τῶν παρατετηρημένων ἄγει: ἀμήχανον γὰρ γυναικὶ τοσαύτην ὁδὸν διαδραμεῖν, εἰ μὴ τὸν διασῴζοντα ἔχοι καὶ διὰ τὴν φυσικὴν ἀσθένειαν ἀναγομένη ἐπὶ τὸ ὑποζύγιον κἀκεῖθεν καταγομένη καὶ ἐν ταῖς δυσχερείαις παρακρατουμένη. ὅπερ δ' ἂν ὑποθώμεθα, εἴτε γνώριμον ἔχει τὸν τὴν θεραπείαν ἀποπληροῦντα εἴτε μισθωτὸν τὸν τὴν διακονίαν παρεχόμενον, καθ' ἑκάτερον μέρος οὐ διαφεύγει τὴν μέμψιν τὸ γινόμενον: οὔτε γὰρ τῷ ξένῳ ἑαυτὴν προσαναπαύουσα οὔτε τῷ ἰδίῳ τὸν τῆς σωφροσύνης φυλάττει νόμον. τῶν δὲ κατὰ τοὺς ἀνατολικοὺς τόπους πανδοχείων καὶ καταλυμάτων καὶ πόλεων πολλὴν τὴν ἄδειαν καὶ πρὸς τὸ κακὸν τὴν ἀδιαφορίαν ἐχόντων, πῶς ἔσται δυνατὸν τὸν διὰ καπνοῦ παριόντα μὴ δριμυχθῆναι τὰς ὄψεις, ὅπου μολύνεται μὲν ἀκοή, μολύνεται δὲ ὀφθαλμός, μολύνεται δὲ καρδία δι' ὀφθαλμῶν καὶ ἀκοῆς δεχομένη τὰ ἄτοπα; πῶς ἔσται δυνατὸν ἀπαθῶς παρελθεῖν τοὺς ἐμπαθεῖς τόπους; τί δὲ καὶ πλέον ἕξει ὁ ἐν τοῖς τόποις ἐκείνοις γενόμενος, ὡς μέχρι τοῦ νῦν σωματικῶς τοῦ κυρίου ἐν ἐκείνοις τοῖς τόποις διάγοντος ἡμῶν δὲ ἀποφοιτῶντος, ἢ ὡς τοῦ ἁγίου πνεύματος παρὰ τοῖς Ἱεροσολυμίταις πλεονάζοντος πρὸς δὲ ἡμᾶς διαβῆναι ἀδυνατοῦντος; καὶ μὴν εἰ ἔστιν ἐκ τῶν φαινομένων θεοῦ παρουσίαν τεκμήρασθαι, μᾶλλον ἄν τις ἐν τῷ ἔθνει τῶν Καππαδοκῶν τὸν θεὸν διαιτᾶσθαι νομίσειεν ἤπερ ἐν τοῖς ἔξω τόποις: ὅσα γάρ ἐστιν ἐν τούτοις θυσιαστήρια, δι' ὧν τὸ ὄνομα τοῦ κυρίου δοξάζεται, οὐκ ἄν τις τὰ πάσης σχεδὸν τῆς οἰκουμένης ἐξαριθμήσαιτο [θυσιαστήρια]. ἔπειτα καὶ εἰ ἦν πλείων ἡ χάρις ἐν τοῖς κατὰ Ἱεροσόλυμα τόποις, οὐκ ἂν ἐπεχωρίαζε τοῖς ἐκεῖ ζῶσιν ἡ ἁμαρτία: νῦν μέντοι οὐκ ἔστιν ἀκαθαρσίας εἶδος ὃ μὴ τολμᾶται παρ' αὐτοῖς, καὶ πορνεῖαι καὶ μοιχεῖαι καὶ κλοπαὶ καὶ εἰδωλολατρεῖαι καὶ φαρμακεῖαι καὶ φθόνοι καὶ φόνοι: καὶ μάλιστά γε τὸ τοιοῦτον ἐπιχωριάζει κακόν, ὥστε μηδαμοῦ τοιαύτην ἑτοιμότητα εἶναι πρὸς τὸ φονεύειν ὅσην ἐν τοῖς τόποις ἐκείνοις, θηρίων δίκην τῷ αἵματι τῶν ὁμοφύλων ἐπιτρεχόντων ἀλλήλοις ψυχροῦ κέρδους χάριν. ὅπου τοίνυν ταῦτα γίνεται, ποίαν ἀπόδειξιν ἔχει τὸ πλείονα χάριν εἶναι ἐν τοῖς τόποις ἐκείνοις;
Ἀλλ' οἶδα τὸ ἀντιλεγόμενον τῶν πολλῶν πρὸς τὰ παρ' ἐμοῦ εἰρημένα: λέγουσι γάρ: ”Διὰ τί ταῦτα καὶ ἐπὶ σεαυτὸν οὐκ ἐνομοθέτησας; εἰ γὰρ μηδὲν ἦν κέρδος τῷ κατὰ θεὸν ἐκδημήσαντι ἀντὶ τοῦ γενέσθαι ἐκεῖ, ὑπὲρ τίνος μάτην ὑπέστης τὴν τοσαύτην ὁδόν;” ἀκουσάτωσαν οὖν τῆς ὑπὲρ τούτων παρ' ἐμοῦ ἀπολογίας. ἐμοὶ διὰ τὴν ἀνάγκην ταύτην, ἐν ᾗ ζῆν ἐτάχθην παρὰ τοῦ οἰκονομοῦντος ἡμῶν τὴν ζωήν, ἐγένετο [πρόσταγμα] τῆς ἁγίας συνόδου, διορθώσεως ἕνεκεν τῆς κατὰ τὴν Ἀραβίαν ἐκκλησίας, μέχρι τῶν τόπων γενέσθαι: καὶ ἐπειδὴ ὅμορός ἐστιν ἡ Ἀραβία τοῖς κατὰ Ἱεροσόλυμα τόποις, ὑπεσχόμην ὡς καὶ συσκεψόμενος τοῖς προεστῶσι τῶν ἐν Ἱεροσολύμοις ἁγίων ἐκκλησιῶν διὰ τὸ εἶναι αὐτῶν ἐν ταραχῇ τὰ πράγματα καὶ χρῄζειν τοῦ μεσιτεύοντος. ἔπειτα δὲ καὶ τοῦ εὐσεβεστάτου βασιλέως παρασχομένου τὴν εὐκολίαν τῆς ὁδοῦ διὰ δημοσίου ὀχήματος, οὐδεμία ἡμῖν ἀνάγκη ἐγένετο ταῦτα πάσχειν ἃ καὶ ἐπὶ τῶν ἄλλων κατενοήσαμεν: τὸ γὰρ ὄχημα ἡμῖν ἀντὶ ἐκκλησίας καὶ μοναστηρίου ἦν, διὰ πάσης τῆς ὁδοῦ συμψαλλόντων πάντων καὶ συννηστευόντων τῷ κυρίῳ. τὸ οὖν ἡμέτερον μηδένα σκανδαλιζέτω, μᾶλλον δὲ πιθανὴ γενέσθω ἡ συμβουλία ἡμῶν, ὅτι περὶ ὧν τὼ ὀφθαλμὼ ὑπεβάλομεν, περὶ τούτων καὶ συμβουλεύομεν. ἡμεῖς γὰρ τὸν ἐπιφανέντα Χριστὸν εἶναι θεὸν ἀληθινὸν ὡμολογήσαμεν καὶ πρὶν ἐπὶ τοῦ τόπου γενέσθαι καὶ μετὰ ταῦτα, οὔτε τῆς πίστεως ἐλαττουμένης οὔτε μετὰ ταῦτα προσαυξηθείσης, καὶ τὴν διὰ τῆς παρθένου ἐνανθρώπησιν καὶ πρὸ τῆς Βηθλεὲμ ἠπιστάμεθα, καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν καὶ πρὸ τοῦ μνήματος ἐπιστεύσαμεν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν καὶ δίχα τοῦ τὸ ὄρος ἰδεῖν τῶν Ἐλαιῶν ἀληθῆ εἶναι ὡμολογήσαμεν: τοσοῦτον δὲ μόνον ἐκ τῆς ὁδοιπορίας ὠφελήθημεν, ὅσον ἐν συγκρίσει γνῶναι ὅτι τὰ ἡμέτερα τῶν ἔξω πολὺ ἁγιώτερά ἐστιν.
Ὅθεν Οἱ φοβούμενοι τὸν κύριον, ἐν οἷς ἐστε τόποις, αἰνέσατε αὐτόν: θεοῦ γὰρ προσεγγισμὸν τοπικὴ μετάστασις οὐ κατεργάζεται, ἀλλ' ὅπουπερ ἂν ᾖς, πρὸς σὲ ἥξει ὁ θεός, ἐάν γε τὸ τῆς ψυχῆς σου καταγώγιον τοιοῦτον εὑρεθῇ, ὥστε ἐνοικῆσαι τὸν κύριον ἐν σοὶ καὶ ἐμπεριπατῆσαι. εἰ δὲ πλήρη ἔχεις τὸν ἔσω ἄνθρωπον λογισμῶν πονηρῶν, κἂν ἐπὶ τοῦ Γολγοθᾶ ᾖς κἂν ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν κἂν ὑπὸ τὸ μνῆμα τῆς Ἀναστάσεως, τοσοῦτον ἀπέχεις τοῦ τὸν Χριστὸν δέξασθαι ἐν ἑαυτῷ ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ὁμολογήσαντες. συμβούλευσον οὖν, ἀγαπητέ, τοῖς ἀδελφοῖς ἐκδημεῖν ἀπὸ τοῦ σώματος πρὸς τὸν κύριον καὶ μὴ ἀπὸ Καππαδοκίας εἰς Παλαιστίνην. εἰ δέ τις τὴν τοῦ κυρίου φωνὴν προβάλοιτο τὴν παραγγείλασαν τοῖς μαθηταῖς μὴ χωρίζεσθαι ἀπὸ Ἱεροσολύμων, νοησάτω τὸ εἰρημένον. ἐπειδήπερ ἡ τοῦ ἁγίου πνεύματος χάρις καὶ διανομὴ οὔπω ἐπεφοίτησε τοῖς ἀποστόλοις, προσέταξεν αὐτοῖς ὁ κύριος ἐπὶ τὸ αὐτὸ μένειν, ἕως ἂν ἐνδύσωνται δύναμιν ἐξ ὕψους. εἰ μὲν οὖν ὃ ἦν ἀπ' ἀρχῆς, ἐγίνετο μέχρι τοῦ νῦν, τοῦ ἁγίου πνεύματος ἐν εἴδει πυρὸς τῶν χαρισμάτων οἰκονομοῦντος ἕκαστον, ἔδει πάντας εἶναι ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἡ διανομὴ τοῦ χαρίσματος ἐγίνετο: εἰ δὲ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ οἱ ἐνταῦθα πιστεύσαντες μέτοχοι γίνονται τοῦ χαρίσματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ κατὰ τὴν ἐπιδημίαν τὴν ἐν Ἱεροσολύμοις.