Preface
ΩΡΙΓΕΝΟΥς ΦΙΛΟΚΑΛΙΑ. [1] Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροισμένην ὑπὸ τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου: ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ θεολόγου Θεοδώρῳ τῷ τηνικαῦτα ἐπισκοποῦντι τὰ Τύανα λέγεται ἐστάλθαι: καθὼς ἡ πρὸς αὐτὸν δείκνυσιν ἐπιστολὴ, ἔχουσα οὕτως: Ἑορτὴ καὶ τὰ γράμματα καὶ τὸ κρεῖττον ὅτι προφθάνεις τὸν καιρὸν τῇ προθυμίᾳ τὸ προεορτάζειν ἡμῖν χαριζόμενος. τὰ μὲν οὖν παρὰ τῆς σῆς εὐλαβείας τοιαῦτα: ἡμεῖς δὲ ὧν ἔχομεν τὸ μεῖζον ἀντιδίδομεν τὰς εὐχάς. ἵνα δέ τι καὶ ὑπόμνημα παρ' ἡμῶν ἔχῃς, τὸ δ' αὐτὸ καὶ τοῦ ἁγίου Βασιλείου, πυκτίον ἀπεστάλκαμέν σοι τῆς Ὠριγένους φιλοκαλίας ἐκλογὰς ἔχον χρησίμους τοῖς φιλολόγοις. τοῦτο καὶ δέξασθαι καταξίωσον, καὶ ἀπόδειξιν ἡμῖν δοῦναι τῆς ὠφελείας καὶ σπουδῇ καὶ πνεύματι βοηθούμενος. [Πρόλογος. Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροισμένην. φασὶ δὲ ταύτην τινές, ἔτι δὲ καὶ τὴν εἰς κεφάλαια ταύτης διαίρεσίν τε καὶ τάξιν, καὶ μὴν καὶ τὰς καθ' ἕκαστον ἐκείνων ἐπιγραφὰς, ἔργον τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου γενέσθαι: ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ θεολόγου Θεοδώρῳ ἐστάλθαι τῷ τὴν μνήμην ὁσίῳ τηνικαῦτα ἐπισκοποῦντι τὰ Τύανα. ὅπερ ὡς ἐν προλόγῳ καὶ ἡ βίβλος ἀφ' ἧς τὴν μεταγραφὴν πεποιήμεθα, παλαιοτάτη γε οὖσα, κατασκευάζειν ἠβούλετο. πόθεν δὲ τοῦτο διισχυρίζονται; ἐξ ἐπιστολῆς δῆθεν τοῦ αὐτοῦ θείου ἀνδρὸς πρὸς τὸν μνημονευθέντα γραφείσης Θεόδωρον, καὶ τῷ ῥηθέντι πυκτίῳ συνεκπεμφθείσης. ἐπεὶ οὖν τὴν μὲν ἐπιστολὴν αὐτοῦ σαφῶς οὖσαν τοῦ τῆς θεολογίας ἐπωνύμου γνωρίζομεν, πολλὰ δὲ τῶν ἐν τῇ τοιαύτῃ συλλογῇ τῶν ὀρθῶν ἀπᾴδοντα δογμάτων εὑρίσκομεν: εἰκότως ἡμεῖς τῷ τῆς ἀληθείας ἑπόμενοι λόγῳ ἐκείνην τε τῷ πάροντι καθυποτάξαι προλόγῳ συνείδομεν, καὶ τῶν Ὠριγένους προασπιστῶν τὸ κακούργημα λανθάνον τοῖς ἐντυγχάνουσιν εὐφώρατον καταστῆσαι. Γεγράφθαι μὲν οὖν ὑπὸ τοῦ θεολόγου ταύτην οὐδὲ ἡμεῖς ἀμφιβάλλομεν: τῷ μάλιστα πάσαις ταῖς τῶν ἐπιστολῶν αὐτοῦ βίβλοις ὡσαύτως ἔχουσαν φέρεσθαι, καὶ ὑπ' οὐδένος ἀντιλέγεσθαι. τοῦτο δὲ συνομολογοῦντες ἀκολούθως δεχόμεθα καὶ τὸ ἕτερον: ὅπερ ἐστὶν, τὸ καὶ συναγωγὴν ἐκ τῶν Ὠριγένους ὑπὸ τῶν σοφῶν γενέσθαι καθηγητῶν: τῶν χρησίμων μέντοι καὶ ὠφελίμων ῥητῶν, καθ' ἃ καὶ αὐτὸ ἐπὶ λέξεως τῷ προσεχῶς εἰρημένῳ τοῦ θεολόγου περιέχεται γράμματι. ἦν γὰρ αὐτοὺς εἰκὸς, τοῦ πνεύματος μελίσσας ὑπάρχοντας, ἐκ διαφόρων ἀνθέων τὰ κάλλιστα δρέπεσθαι, πρὸς ἑνὸς ἀδόλου κηρίου συμπλήρωσιν: ἐξ οὗ βασιλεῖς τε καὶ ἰδιῶται, κατὰ τὸν σοφὸν παροιμιαστὴν Σολομῶντα, γεύονται καὶ γλυκαίνονται, καὶ πρὸς πᾶσαν ὕγειαν ἔχουσιν ἐπιτήδειον. ἐκεῖνα τοιγαροῦν συναθροῖσαι τοὺς θεσπεσίους ἐκείνους πατέρας πιστεύομεν, ὅσα μηδεμίαν αἱρετικῆς ἔχει πικρίας ἐπιπλοκήν: οὐ μὴν καὶ πάντα χύδην τά τισι τῶν ὑποτεταγμένων ἐμφερόμενα κεφαλαίων: ὧν πολὺ τὸ ἀπηχὲς καὶ ἀλλότριον πρὸς τὴν θεόπνευστον τῶν πατέρων διδασκαλίαν ἐλέγχεται. Πότε γὰρ Βασίλειος καὶ Γρηγόριος, οἱ ἀκαταμάχητοι τῆς εὐσεβείας ἀγωνισταὶ, κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ πνεῦμα τὸ ἅγιον βλασφημοῦντός τινος ἠνέσχοντο μόνον: οὔ τί φαμεν καὶ ὡς ὠφέλιμα τὰ τοιαῦτα δόγματα τοῖς φιλολόγοις ἀπεθησαύρισαν; οὐ πᾶς αὐτοῖς ὁ ἀγὼν κατὰ τῆς Ἀρείου τε καὶ Εὐνομίου καὶ τῆς τῶν παραπλησίων ἐκείνοις συγκεκρότηται δυσφημίας; οὐ μυθικὸν καὶ Ἕλλησι πρέποντα τὸν περὶ προυπάρξεως καὶ ἀποκαταστάσεως καὶ τῶν ὁμοίων δογμάτων ἀπεφήναντο λόγον; καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἐπιλείψει γὰρ ἡμᾶς διηγουμένους ὁ χρόνος, ὅσους ὑπὲρ τῆς ὀρθοδόξου πίστεως κατεβάλοντο μόχθους. ἐκείνοις μὲν οὖν εἰς τὸ δεῖξαι ὁμότιμον καὶ ὁμόδοξον καὶ κατὰ τὴν αὐτὴν ἀλήθειαν συναΐδιόν τε καὶ ὁμοούσιον τὴν παναγίαν καὶ ἀρχικὴν τριάδα σύμπας ὁ βίος σχεδὸν κατηνάλωται, ἐν τῇ ζωοποιῷ τῶν εὐσεβῶν δογμάτων πόᾳ τὰ τοῦ χριστοῦ νέμουσι πρόβατα, καὶ συνήθει πρὸς αὐτὰ κεχρημένοις φωνῇ μηδὲν ἐξηλλαγμένον ἐχούσῃ πρὸς τὴν ἀλήθειαν. ἐνταῦθα δὲ πᾶν τοὐναντίον ἔστιν εὑρεῖν: ὅσα μὲν γὰρ ἀπηριθμησάμεθα ἄτοπα, καὶ ἕτερα ἔτι πρὸς τούτοις, τόποις τισὶν ἐνέσπαρται τοῦ πάροντος βιβλίου: ἑνὸς δὲ τῶν κεφαλαίων, τοῦ εἰκοστοῦ δευτέρου φαμὲν, ἐξ αὐτῆς εὐθὺς τῆς ἐπιγραφῆς τὸ κίβδηλόν τε καὶ νόθον διασημαίνεται. εἰ τοίνυν πάντα ἐκεῖνα τοὺς ἁγίους παράσχοιμεν ἐκκρῖναι τοὺς πατέρας τῇ συλλογῇ, ἐξ ἀνάγκης καὶ τοῖς οὐκ ὀρθῶς ἔχουσιν ὡς ὀρθοῖς συνθησόμεθα. καὶ σκόπει τὸ ἄτοπον ὅσον: τοὺς γὰρ τῆς εὐθύτητος γνώμονας τῆς διαστροφῆς γραψόμεθα τῆς ἡμετέρας: ἀλλὰ μὴ γένοιτο. τίς γὰρ τῶν καὶ μετρίως λόγους κρίνειν ἐπισταμένων παραδέξοιτο ἂν, ὡς οὗτοι ἐκεῖνοι οἱ τῆς εὐσεβείας ὑπέρμαχοι ἐν ταῖς ὑπ' αὐτῶν γινομέναις ἐκλογαῖς ἅμα τῷ σίτῳ συνήγαγον καὶ τὰ ἄχυρα; σῖτον δὲ λέγειν τινὰ τῶν παρὰ τοῖς αἱρετικοῖς εὖ μάλα συγκεχωρήμεθα: ἐπείπερ, κατὰ τὸν σοφώτατον Κύριλλον, ‘οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοὶ φεύγειν καὶ παραιτεῖσθαι χρή: πολλὰ γὰρ ὁμολογοῦσιν ὧν καὶ ἡμεῖς ὁμολογοῦμεν.’ οὐκ ἄρα δὴ οὖν Βασίλειος καὶ Γρηγόριος ἅμα τῷ σίτῳ συνεφόρησαν ἡμῖν καὶ τὰ ἄχυρα: πῶς γάρ; ἀλλὰ τῶν τὰς ὁδοὺς Κυρίου διαστρεφόντων τινὲς τῆς ἑλληνικῆς Ὠριγένους ποικίλως ἀντιποιούμενοι δυσσεβείας, καθ' ὁμοιότητα τοῦ τὸν καθηγητὴν αὐτῶν ὑποσκελίσαντος διαβόλου, τῷ ἡμετέρῳ σίτῳ τὰ ἄχυρα νῦν συνανέμιξαν, ὡς ἐκεῖνος ἔκπαλαι τῷ δεσποτικῷ ἀγρῷ τὰ ζιζάνια. ἡμέτερος γὰρ ὁ σῖτος: καὶ ἡμέτερα, ἔνθα ἂν εὑρεθεῖεν, τὰ ὀρθόδοξα δόγματα: ὧν οἱ θεόπνευστοι κήρυκες διὰ τῆς οἰκείας πανσόφου διδασκαλίας, κατὰ τὸ δεδομένον αὐτοῖς ἄνωθεν τῆς διακριτικῆς δυνάμεως πτύον, τοῦ ἀχύρου τὸν σῖτον ἀποκαθάραντες, τὸν μὲν εἰς τὴν καλὴν ἀποθήκην τὴν ἐκκλησίαν εἰσήγαγον, τὸ δὲ τῷ πυρὶ παραδεδώκασι τῷ ἀσβέστῳ, κἂν Ὠριγένης μὴ βούληται. Διὰ πάντων οὖν τούτων ἐκεῖνο ἐροῦμεν, ὡς προσῆκεν ἡμᾶς τῇ ἐπιστολῇ μαρτυροῦντας τὸ γνήσιον, καὶ συλλογὴν ὑπὸ τῶν ἁγίων γενέσθαι μὴ ἀμφιβάλλοντας, τῇ τε αὐτῶν ὀρθοδοξίᾳ ἡλίου λαμπρότερον φαινομένῃ προσέχοντας, οἴκοθεν ἐπιλογίζεσθαι τὸ λοιπόν. τόδε γέ ἐστιν, ὡς ὁμολογουμένως τινὲς, καθ' ἃ λέλεκται, τὴν Ὠριγένους νοσοῦντες κακοδοξίαν, χώραν διὰ τῆς τοῦ ἁγίου Γρηγορίου λαβόντες ἐπιστολῆς, βεβήλοις τισὶ παρενθήκαις τολμηρῶς τὸ τῆς ἐκλογῆς κατεμόλυναν ἄθροισμα: ὡς ἂν οἱ ἁπλούστερον ἐντυγχάνοντες εὑρεθεῖεν, καθ' ἅ που Βασίλειος εἶπεν ὁ θεῖος, τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι. ἵνα τοίνυν ἐκεῖνο μὴ γένηται, πρόδηλα ταῦτα τοῖς ἐντυγχάνουσιν ἐσπουδάσαμεν καταστῆσαι. ὅθεν τῇ τῶν ὑποκειμένων κεφαλαίων συναγωγῇ καὶ ἐκθέσει πάσῃ τὸν νοῦν ὡς οἷόν τε ἦν ἀκριβῶς ἐπιστήσαντες, καὶ ταύτην κατὰ δύναμιν βασανίσαντες, τοῖς ὑποβολιμαίοις καὶ νόθοις ἐπὶ μετώπου σημεῖα παρατεθείκαμεν ταῦτα: αἱρετικά: ψεκτά: δι' ὧν ἐκεῖνα ὡς αἱρετικὰ, ὡς ψεκτὰ, κατὰ τοὺς ἰδίους ἕκαστα τόπους ἐστηλιτεύσαμεν. Ἐπιστολὴ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου πρὸς Θεόδωρον ἐπίσκοπον Τυάνων: Ἑορτὴ καὶ τὰ γράμματα, κ.τ.λ. Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ: ἐκλογὴ κεφαλαίων ἐκ διαφόρων συγγραμμάτων τοῦ δυσσεβοῦς Ὠριγένους.]