De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
καὶ ὁμοουσίου Τριάδος>
ΠΡΟΛΟΓΟΣ ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΒΙΒΛΟΥ
383 ∆υσέφικτα μὲν κομιδῇ τὰ περὶ Θεοῦ καὶ τοῖς ἄγαν ἐξησκημένως καὶ ἀρτίως ἔχουσιν εἰς τὸ δύνασθαι καταθρεῖν μυστήρια, καὶ τὰ παντὸς ἐπέκεινα νοῦ καὶ γοῦν "ἐν ἐσόπτρῳ καὶ αἰνίγματι" βλέπειν, κατὰ τὸν σοφώτατον Παῦλον. Παχὺς δὲ δὴ λίαν ὁ ἀνθρώπινος λόγος καὶ τῇ τῶν ἐννοιῶν ἰσχνότητι συμπαρομαρτεῖν οὐχ οἷός τε. Τοιγάρτοι πολὺ τὸ δέος φάναι τὰ περὶ Θεοῦ, καὶ σοφὸν μὲν λίαν τὸ ἔν γε τούτοις ἑλέσθαι σιγᾶν· πλὴν οὔ τί που τοῖς διδάσκειν ἐπιτεταγμένοις ἀζήμιον. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος ἔφη Παῦλος· "Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι." Ἀφῖγμαι δὴ οὖν ἐπὶ τὴν τοῦδε τοῦ προκειμένου βιβλίου συγγραφήν, καί σοι πάλιν, ὦ φιλομαθέστατε ἀδελφὲ Νεμεσῖνε, τὸν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ἐκπεπόνηκα λόγον. Κατὰ γένος δὲ ὥσπερ ἤτοι κατ' εἶδος τὰς ἐφ' ἑκάστῳ τῶν ζητουμένων συνενεγκόντες ἐννοίας, ἐν ἑπτὰ λογιδίοις 384 τὸ σύμπαν τοῦ βιβλίου συντεθείκαμεν σῶμα· φιλολογωτάτῳ δὲ ὄντι λίαν καὶ φιλοπευστοῦντι τὰ τοιάδε συχνῶς τῷ ἐπιεικεστάτῳ Ἑρμείᾳ προσπεφωνήκαμεν. Καὶ ἔστι μὲν ἀνειμένος ὁ λόγος, ὡς πρὸς πεῦσιν δὲ καὶ ἀπόκρισιν διὰ δυοῖν προσώποιν ἔρχεται· καὶ τοῦ μὲν πρώτου τὸ α προτέτακται στοιχεῖον, τοῦ δὲ δευτέρου τὸ β. Ἐπειδὴ γὰρ πολλή τις ἄγαν ἐν τοῖς ζητουμένοις ἐστὶν ἡ λεπτότης, ἵνα ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀποκρίσεσιν ἀεὶ τὸ βασανι ζόμενον κατασκευάζηταί τε καὶ ἀνασκευάζηται πικρῶς, ἀναγκαία γέγονεν ἡ τῶν προσώπων εἰσκομιδή. Παραφυ λακτέον οὖν ἀκριβῶς τὰ προτεταγμένα αὐτῶν στοιχεῖα. Ἀσύγχυτον γὰρ οὕτω καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένην τηρήσομεν τὴν τῶν ἐννοιῶν εὕρεσιν, καὶ τὴν τοῦ παντὸς βιβλίου σύνταξίν τε καὶ δύναμιν. Ἐρρῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητέ.
ΤΑ∆Ε ΕΝΕΣΤΙΝ ΕΝ ΤΗι∆Ε ΤΗ ΒΙΒΛΩ αʹ. Ὅτι συναΐδιός τε καὶ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός. βʹ. Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός. γʹ. Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ. δʹ. Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα. εʹ. Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί. ϛʹ. Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθ' ὃ νοεῖται καὶ ἔστι Θεός. ζʹ. Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου πρὸς Ἑρμείαν πρεσβύτερον,
κατὰ πεῦσιν καὶ ἀπόκρισιν ΛΟΓΟΣ ΠΡΩΤΟΣ Ὅτι ὁμοούσιος καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός.
{Α.} Τὸν ἱερὸν ἡμῖν Ἑρμείαν χθές τε καὶ τρίτην ἰδεῖν μὲν οὐκ ἦν, μήτε
ἀγοράζειν, οἶμαί που, μήτε μὴν ἐξοίχεσθαι 385 δοκοῦν, ἀλλ' οἴκοι μὲν δὴ κατεσόβει τὸ χεῖμα· πεπρᾶχθαι γὰρ ὧδε καὶ μάλα εἰκός. Λαμπρὰ δὲ νῦν μόλις ἔδειξεν εὐδία. {Β.} Λέγεις ἀληθῆ. Γῆράς τε γὰρ ἀεὶ δυσπέμφελον, καὶ ἐς τὸ ἔξω ἰέναι δυσοκνότατα ἔχον, ἢν μάλιστα ὕοι. {Α.} Εὔχαρι δὴ οὖν καὶ εὐθυεπὲς τό, εἴπερ τις ἕλοιτο, τοῖς ἐν τῇ ἁλί σε παρεικάζειν ἰχθῦσιν, οἳ πνεύματος μὲν ἀπηνοῦς καὶ δυσηχεστάτου διακυκῶντος τὸ ῥόθιον καὶ ῥοιζηδὸν καταθρώσκοντος, χηραμούς τε τοὺς ἐν βυθῷ καθ' ἕνα τε καὶ