De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
μειονεκτοῖτο δόξης, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἴσῳ τε καὶ ἐν ὁμοίῳ κείσεται κατὰ πᾶν ὁτιοῦν τῷ γεγεννη κότι; {Β.} Ὀρθῶς ἔχει. {Α.} Ἴθι δὲ δὴ καὶ ἐπ' ἐκεῖνο αὖ. {Β.} Τὸ ποῖον τί φῄς; {Α.} Ἢ οὐκ ἀληθὲς εἶναι φῂς ὡς τό γε ταῖς τῶν ἁγίων συμφέρεσθαι δόξαις εὐστιβῆ μὲν ἡμῖν ἀπεργάσεται τὴν ἀλήθειαν, ἐπ' αὐτὸ δὲ ἀνοίσει τὸ Θεῷ δοκοῦν καὶ τὸ διὰ τοῦ ἁγίου Πνεύματος ἐφ' Υἱῷ χρησμῳδούμενον; {Β.} Καὶ τί δὴ τοῦτό ἐστιν; {Α.} Τὸ ὅτι Θεὸς κατὰ φύσιν καὶ ἀληθῶς ὁ Υἱός. Ὁ γάρτοι σοφὸς ἔφη Παῦλος, περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρός· "Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν-ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας-ὅτι οὐ ψεύδομαι." Εἶτα τῆς τοιᾶσδε τιμῆς τε καὶ δόξης τὸν ἴσον εὐθὺς ἀνα πλέκει στέφανον τῷ Υἱῷ, καταδείσας οὐδέν, ἐπείπερ ἔγνω Θεὸν ὄντα φύσει τε καὶ ἀληθῶς· ἐπιστέλλει περὶ αὐτοῦ, τὸν περὶ τῆς Ἰουδαίων ἀποπομπῆς ἐξυφαίνων λόγον· "Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Τὸν τοίνυν ἐπὶ πάντας Θεὸν ὑπὸ Θεῷ μετὰ πάντων θήσομεν, εἴπερ οὐκ ἀληθῶς ἐστὶ Θεὸς καὶ τοῖς κατὰ χάριν συντετάξεται, καίτοι τὸ ἐπὶ πάντας εἶναι λαχών, τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα, τὸ εὐλογεῖσθαί φημι, καὶ τοῦτο διηνεκῶς καὶ ἀκαταλήκτως κατασφραγί ζοντος τοῦ Ἀμήν. Ἆρ' ἐξ ὑγιοῦς οἴει φρενὸς ἐννενοῆσθαι ταυτὶ τοὺς δι' ἐναντίας; {Β.} Οὐδαμῶς· ἔχοι δ' ἂν μᾶλλον ὑγιᾶ τὸν νοῦν ὁ Θεὸν ἀληθινὸν καὶ ἐκ Θεοῦ πεφηνέναι τοῦ κατὰ ἀλήθειαν ὁμολογῶν τὸν Υἱόν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα.
504 {Α.} Τὸν δὴ Θεὸν ἐκ Θεοῦ κατὰ τὴν ἄρρητον πεφηνότα γέννησιν, ἆρ' ἔσθ'
ὅπως οὐκ ἐν Υἱοῦ μὲν δόξῃ τοῦ κατὰ φύσιν τιθείς, γενητὸν δέ τις καὶ πεποιημένον εἰπών, οὐκ ἂν ὄφλοι δίκην ἣν τοῖς εἰωθόσι κατακερτομεῖν τὴν τοῦ Θεοῦ δόξαν ἐπηρτῆσθαί φαμεν, ψηφηφορούσης ὡδὶ τῆς θεοπνεύστου Γραφῆς· "Ἄνθρωπος, ὃς ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν λήψεται· ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω, λίθοις λιθοβολησάτωσαν αὐτὸν πᾶσα ἡ συναγωγή· ἐάν τε προσήλυτος, ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου τελευ τάτω;" {Β.} Οὐκ ἂν οἶμαι διαδράναι τὸ μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς αὐτῷ πρεπούσαις ἁλῶναι δίκαις. {Α.} Ἄριστον οὖν, ὦ Ἑρμεία, τὸ μὴ ταῖς ἑτέρων ἀθυροστομίαις ἀναπτοεῖσθαι φιλεῖν, ἐπείτοι πρὸς νοῦν ἡμᾶς τὸν ἀδόκιμον ἀποφέρουσι, πίστεως δὲ κανόνα τὸν εὐθυτενῆ τε καὶ ἀδιάστροφον τοὺς τῶν θεηγόρων ποιεῖσθαι λόγους. Πρέποι γὰρ ἄν, οὐχ ἑτέροις μᾶλλον ἡμᾶς, ἢ ἐκείνοις αὐτοῖς ἐπικροτεῖν τε καὶ λέγειν· "Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." {Β.} Ὀρθότατα ἔφης. {Α.} Οὐκοῦν, ἥκιστα μὲν γενητόν, ἤγουν τὴν εἰς τὸ ἐκτίσθαι λαχόντα πάροδον, προσκυνεῖν ἐγνώκασι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καρπὸν δὲ εἶναί φασι τῆς τοῦ τεκόντος οὐσίας σύνδρομόν τε καὶ συναΐδιον, καὶ Υἱὸν ὀνομάζουσι καὶ Θεὸν ἀληθινὸν καὶ ζωὴν αἰώνιον. Καὶ γοῦν ὁ θεῖος ἡμῖν μυστα γωγὸς Ἰωάννης· "Καὶ οἴδαμεν, φησίν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος." Ἀλλ' εἴπερ ἐστίν, ὦ 'γαθέ, καὶ Θεὸς ἀληθινὸς ὁ Υἱὸς καὶ ζωὴ αἰώνιος, διέδρα δὲ οὐχὶ τὸ εἶναι κτίσμα καὶ ποίημα, καίτοι τὴν οὕτως εὐκλεᾶ φύσιν ἀποτεμόμενος, 505 ἆρ' οὐχὶ καὶ αὐτὴν ἤδη πως καταλωβήσαιτ' ἂν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν τὸ κατηγόρημα, παραποδίζοντος οὐδενός; {Β.} Τίνα τρόπον; {Α.} Οὐ γὰρ δὴ Θεὸς μὲν ἀληθινὸς κατωνόμασται καὶ αὐτός, ζωογονεῖ δὲ τὰ πάντα, ζωὴ κατὰ φύσιν ὑπάρχων; "Ζῶμεν