1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

1

Paroemiae (e cod. Mosq.)

ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΕΚ ∆ΙΑΦΟΡΩΝ ΒΙΒΛΙΩΝ ΚΑΙ ΣΥΝΤΕΘΕΙΣΑΙ ΕΝΤΑΥΘΑ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ.

ΑΡΧΗ ΤΟΥ Α.

1.1 Αὕτη ἡ μήρινθος οὐδὲν ἔσπασεν: ἀπὸ τῶν ἁλιευτῶν εἴρηται. 1.2

Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος: ἐπὶ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι οἱ θεοὶ οὐκ ὀργίζονται. 1.3 Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ. 1.4 Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γη ράσκων ἀετὸς κρείττων ἐστὶ νεάζοντος ὄρνιθος. 1.5 Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν οὐ καλῶς πλουτούντων. Προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν. 1.6 Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι οὐδὲ ἀτελῶν ** 1.7 Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων. 1.8 Ἄλλοτε δ' ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προσήκει τινὰ ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυ πόδων. 1.9 Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἀπαγορευόντων δώσειν ἔτι τοῖς αἰτοῦσιν εἰώθασι λαμβάνειν. 1.10 Ἄιδεις ὥσπερ εἰς ∆ῆλον πλέων: ἐπὶ τῶν ἀφρον τίστως καὶ φιληδόνως βιούντων. 1.11 Ἅλα καὶ κύαμον: ἐπὶ τῶν μὴ εἰδότων καὶ προσ ποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι. 1.12 Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχιάζειν. εἴρηται δὲ ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων. 1.13 Αἲξ τὴν μάχαιραν. 1.14 Ἄδακρυς πόλεμος· καί· Καθεύδοντος τρό παιον: ἐπὶ τῶν ῥᾷστα καὶ παρὰ ἐλπίδα κατορθούντων. 1.15 Αἰεὶ κολοιὸς πρὸς κολοιόν· καί· Αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς τὸν ὁμοῖον. 1.16 Ἀμαλθείας κέρας: ὅτι τῇ τροφῷ αὐτοῦ ὁ Ζεὺς Ἀμαλθείᾳ ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας αἰγὸς, δι' οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὅτι ἂν ᾐτήσατο. 1.17 Ἀετὸν ἵπτασθαι διδάσκεις. 1.18 Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ ∆ιὸς κύβοι: ἐπὶ τῶν ἀξίως τιμωμένων. 1.19 Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία: 1.19 ἐπὶ τῶν διολλύντων. 1.20 Ἀετὸς ἐν νεφέλαις. 1.21 Ἀληλεσμένος βίος: ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου. 1.22 Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν προξενούντων ἑαυτοῖς κακά. 1.23 Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων. 1.24 Ἀετὸς θρίπας ὁρᾷ: ἐπὶ τῶν καταφρονούντων τινῶν. 1.25 Ἅλμη οὐκ ἔστιν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς. 1.26 Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. 1.27 Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν ἀεὶ ἐξευρι σκόντων τι νέον κακόν. 1.28 Ἄνω ποταμῶν χωροῦσιν αἱ πηγαί: ἐπὶ τῶν ἐναντίως λεγομένων, οἷον εἰ ὁ πόρνος λέγει τὸν σώ φρονα πόρνον. 1.29 Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων. 1.30 Ἀπὸ μείζονος ἀνδρὸς ἄλευε: ἤτοι φυλάττου· ἰωνικῶς. 1.31 Ἀράβιος αὐλητής: ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. 1.32 Αἵμασι κλαίειν: καθ' ὑπερβολὴν, ἐπὶ τῶν σφόδρα δακρυόντων. 1.33 Αἱ Χάριτες γυμναί: ὅτι δεῖ δωρεὰν ** εὐεργετεῖν. 1.34 Ἀκόνην σιτίζεις: ἐπὶ τῶν † τρεφομένων καὶ οὐκ ** ἐπιδιδόντων. 1.35 Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ' ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. 1.36 Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις. 1.37 Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. 1.38 Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γομφίοι: ἐπὶ τῶν λάλων καὶ φάγων. 1.39 Ἀνδρὸς γέροντος σταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων. 1.40 Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος ὄνος: ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα. 1.41 Ἄλλην μὲν