1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

λων ὁ κίνδυνος. 3.46 Ἐξ ἄμμου σχοινίον πλέκεις: ἐπὶ τῶν ἀδυνάτων. 3.47 Ἐπὶ σπείρᾳ σχοινίον: ἐπὶ τῶν δωρουμένων τισὶν οὐχ ἕτερα, ἀλλ' οἷς κέκτηνται ὅμοια· σπεῖρα γὰρ καὶ σχοι νίον τὸ αὐτό. 3.48 Ἔξω βελῶν καθῆσθαι. 3.49 Ἐπειδὴ τὸν οἶνον ἔπιες, συνεκποτέ' ἔστω σὺ καὶ τὴν τρύγα. 3.50 Ἐπὶ Μανδραβόλου τὸ πρᾶγμα χωρεῖ: ἀντὶ τοῦ ἐπὶ τὸ χεῖρον. Μανδραβόλας γάρ τις τὰς αὐτὰς θυσίας, ὅρκοις ἑαυτὸν καταδήσας, τοῖς θεοῖς κατ' ἔτος προσάγειν **. τὸ μὲν πρῶτον δέκα βοῦς ἔθυσε, τὸ δὲ δεύτερον παρ' ἕνα, ἤτοι ἐννέα. περιελθόντος δὲ τοῦ τρίτου ἀφείλετο ἕτερον· καὶ οὕτω ποιῶν διὰ τῶν ἑξῆς ἐνιαυτῶν κατέστη εἰς ἐπιορκίαν. 3.51 Ἐπὶ καλάμῃ ἀροῖ· ἐπὶ τῶν εὖ καὶ καλῶς γεωργούντων. 3.52 Ἐπὶ ὅλμου ἐκοιμήσω: ἐπὶ τῶν μαντείας ποριζο μένων ἔκ τινων ἐνυπνίων· τὸν ὅλμον γὰρ συμβάλλεσθαι ἐλέγετο πρὸς μαντείας.

ΑΡΧΗ ΤΟΥ Ζ.

3.53t Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας: ὅτι οὐκ ἀπρονόητος. τὸν γὰρ ∆ία

φασὶν εἰς διφθέρας γράφειν τὰ πραττόμενα τοῖς ἀνθρώποις. 3.54 Ζωὴ πίθου: ἐπὶ τῶν μετρίως ζώντων· ἀπὸ ∆ιογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἡδίστη διατριβή. 3.55 Ζῇ ἡ χύτρα, ζῇ ἡ φιλία. 3.56 Ζωὸς γενήσῃ κρομμύου μοῖραν λαβών: ἐπὶ τῶν ἐκ μικρῶν αἰτιῶν μεγάλην δόξαν καρπουμένων. 3.57 Ζῶμεν οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνάμεθα. 3.58 Ζητῶν ὄψον θοἰμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυ χεστάτων.

ΑΡΧΗ ΤΟΥ Η.

3.59t Ἧλιξ ἥλικα τέρπει. 3.60 Ἧλος τὸν ἧλον, πάτταλος τὸν πάτταλον ἐξέ κρουεν: ἐπὶ τῶν ἰωμένων δι' ἁμαρτημάτων ἁμάρτημα. 3.61 Ἢ λέγε τι σιγῆς κρεῖττον ἢ σιγὴν ἔχε. 3.62 Ἡ κύων ἐν τῇ φάτνῃ: πρὸς τοὺς μήτε ἑαυτοὺς χρω μένους, μήτε ἄλλους ἐῶντας. παρόσον ἡ κύων κριθὴν οὐκ ἐᾷ † μένουσα ἐν φάτνῃ καὶ τὸν ἵππον οὐκ ἐᾷ. 3.63 Ἦσάν ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι. 3.64 Ἠλιθιώτερος Ἀδώνιδος τοῦ Πραξιτέλους: Ἄδωνις γάρ τις Πραξιτέλους υἱὸς ἀποθανὼν καὶ ἐρωτηθεὶς πρὸς τῶν ἐν Αἵδου, τί κάλλιστον ἄνω κατέλιπεν, ἀπεκρί νατο· ἥλιον, σελήνην, σῦκα καὶ μῆλα. ἔδοξε γοῦν ἠλίθιος ταῦτα ἐξισῶν ἡλίῳ. 3.65 Ἡ ἀφύη πῦρ: ἐπὶ τῶν ταχέως ** λαμβανόντων· πα ρόσον ἡ ἀφύη ταχέως ἑψεῖται. 3.66 Ἡρακλῆς καὶ πίθηκος: ἐπὶ τῶν ἀσυμβάτων.

ΑΡΧΗ ΤΟΥ Θ.

3.67t Θυμὸς ἔσχατον γηράσκει: λέγεται δὲ διὰ τοὺς πρεσβυτέρους. ὅσον γὰρ

γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέ στερον ἔχουσι. 3.68 Θαλάττιον ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς με γάλοις τὰ μικρὰ φιλοτιμουμένων. 3.69 Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. 3.70 Θυμόσοφος: ἐπὶ τῶν ὀξυμαθῶν καὶ εὐφυῶν. 3.71 Θάμυρις μαίνεται: ἐπὶ τῶν συνετῶς μὲν βιούν των, δοκούντων δέ τισι μαίνεσθαι. Θάμυρις γάρ τις ἰδὼν μαστιγούμενον οἰκέτην παρὰ τοῦ δεσπότου αὐτοῦ ἐν τῷ ἱερῷ καὶ μὴ τοῦ ἱεροῦ φροντίζοντος τὴν οὐσίαν αὐτῶ † δοὺς ἀπεδήμησεν. ὃν οἱ ὁρῶντες ἔλεγον· Μαίνεται Θάμυρις.

ΑΡΧΗ ΤΟΥ Ι.