1

 2

 3

1

Apologeticus ad patrem

ΛΟΓΟΣ Θʹ.

̓Απολογητικὸς εἰς τὸν ἑαυτοῦ πατέρα Γρηγόριον, συμπαρόντος αὐτῷ Βασιλείου, ἡνίκα ἐπίσκοπος ἐχειροτονήθη Σασίμων.

Αʹ. Πάλιν ἐπ' ἐμὲ χρίσμα καὶ Πνεῦμα· καὶ πά λιν ἐγὼ πενθῶν καὶ

σκυθρωπάζων πορεύομαι. Θαυ μάζετε ἴσως· καὶ Ἡσαΐας, πρὶν μὲν ἰδεῖν τὴν δόξαν Κυρίου, καὶ τὸν θρόνον τὸν ὑψηλόν τε καὶ ἐπηρμένον, καὶ τὰ περὶ αὐτὸν σεραφὶμ, οὐδὲν τοιοῦτον φθέγγεται, οὔτε ἀποδυσπετεῖ, οὔτε δέδοικεν· ἀλλὰ τοῦ μὲν Ἰσραὴλ καταβοᾷ, ἑαυτοῦ δὲ φείδεται καὶ ἀπέχεται, ὡς οὐδὲν ὑπαιτίου. Ἐπεὶ δὲ ταῦτ' εἶδε, καὶ τῆς φωνῆς ἤκουσε τῆς ἁγίας καὶ μυστικῆς, ὥσ περ τι μᾶλλον ἑαυτοῦ συναισθόμενος· Ὢ τάλας, φησὶν, ἐγὼ, ὅτι κατανένυγμαι, καὶ ὅσα ἑξῆς τοῦ λόγου, ἵνα φύγω τὴν βλασφημίαν. Εὑρίσκω δὲ καὶ Μανωὲ τὸν παλαιὸν ἐκεῖνον ἐν τοῖς κριταῖς, καὶ Πέτρον ὕστερον, τὸ τῆς Ἐκκλησίας ἔρεισμα· τὸν μὲν, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, Θεὸν ἑωράκαμεν, ἐπειδὴ κρείττονος ὄψεως ᾔσθετο ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ δύναμιν· τὸν δὲ οὐκ ἐνεγκόντα τὴν τοῦ Σωτῆρος ἐπιστασίαν τε καὶ ἐνέργειαν, ἣν ἐν τῇ ἁλείᾳ τοῖς συμπλέουσιν ἐπεδείξατο, καὶ διὰ τοῦτο θαυμάζοντα μὲν, ἀποπέμποντα δὲ τοῦ πλοίου, καὶ τὴν αἰτίαν προστιθέντα, ὅτι μὴ εἴη ἄξιος θείας ἐπιφανείας καὶ ὁμιλίας.

Βʹ. Καὶ τοῦ ἑκατοντάρχου δὲ ὅταν ἀκούω ἐν τοῖς Εὐαγγελίοις, τὴν μὲν δύναμιν ἀπαιτοῦντος, τὴν δὲ παρουσίαν παραιτουμένου, ὡς οὐ χωρούσης αὐτοῦ τῆς στέγης θεῖον ἀξίωμά τε καὶ μέγεθος, οὐκ ἔχω μέμφεσθαι τῆς δειλίας ἐμαυτὸν ταύτης καὶ τῆς σκυ 35.821 θρωπότητος. Ὀφθαλμοῦ μὲν γὰρ ἀτονίαν ἥλιος, ψυ χῆς δὲ ἀῤῥωστίαν ἐλέγχει Θεὸς ἐπιδημῶν· καὶ τοῖς μέν ἐστι φῶς, τοῖς δὲ πῦρ, ἑκάστῳ κατὰ τὴν ὑποκειμένην ὕλην τε καὶ ποιότητα. Τί ὑπολαμβάνο μεν περὶ τοῦ Σαούλ; Ἐχρίσθη μὲν γὰρ, καὶ μετέσχε τοῦ Πνεύματος, καὶ ἦν τότε πνευματικὸς, οὐδ' ἂν ἐγὼ περὶ αὐτοῦ φαίην ἑτέρως, ἀλλὰ καὶ προεφήτευ σε, καὶ οὕτω παρ' ἐλπίδα καὶ τὸ εἰκὸς, ὥστε καὶ παροιμίαν γενέσθαι τὸ θαῦμα ἐκεῖνο· Εἰ καὶ Σαοὺλ ἐν προφήταις; εἰς ἔτι καὶ νῦν λεγόμενόν τε καὶ ἀκουόμενον. Ἐπεὶ δὲ οὐχ ὅλον ἑαυτὸν ἐμπαρέσχε τῷ Πνεύματι, οὐδὲ ἐστράφη καθαρῶς εἰς ἄνδρα ἄλλον, ὡς κεχρημάτιστο, ἀλλ' ἐνέμεινέ τι τοῦ παλαιοῦ τῆς κακίας σπινθῆρος, καὶ τοῦ πονηροῦ σπέρματος, καὶ ἦν ἐν αὐτῷ μάχη πνεύματος καὶ σαρκός· τί χρὴ πάντα ἐκτραγῳδεῖν τὰ ἐκείνου; ἴστε τὸ ἐναντίον πνεῦμα, καὶ τὸν ψάλτην, ᾧ κατεπῄδε το. Πλὴν ἐκεῖνο κἀντεῦθεν γνώριμον, ὅτι, κἂν μὴ τῶν ἀναξίων ἡ χάρις ἅπτηται, μηδὲ πονηροῦ καὶ ἀναρμόστου παντελῶς τοῦ ὀργάνου (εἰς γὰρ κακότεχνον ψυχὴν μὴ εἰσελεύσεσθαι σοφίαν εἴ ρηται καλῶς, κἀγὼ πείθομαι), ἀλλὰ φυλάξαι γε τὴν ἀξίαν καὶ τὴν ἁρμονίαν, ὡς ὁ ἐμὸς λόγος, ἔργον οὐκ ἔλαττον, ἢ ἀπαρχῆς ἁρμοσθῆναι καλῶς καὶ ἀξιωθῆ ναι, διὰ τὸ τρεπτὸν καὶ ἀλλοιωτὸν τῆς ἀνθρωπίνης ἕξεώς τε καὶ φύσεως· ᾧ γε καὶ ἡ χάρις αὐτὴ πολλάκις, ἵν' εἴπω τῶν ἡμετέρων κακῶν τὸ σχετλιώ τατόν τε καὶ παραδοξότατον, τύφον ἐμποιήσασα καὶ μετεωρίσασα, κατήνεγκεν ἀπὸ Θεοῦ τοὺς οὐ καλῶς προσεγγίσαντας, καὶ κατεβλήθημεν ἐν τῷ ἐπαρ θῆναι, ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θά νατον.

Γʹ. Ταῦτά ἐστιν, ἃ ἐγὼ δεδοικὼς, πικρίας ἐν επλήσθην καὶ κατηφείας, καί τι τοιοῦτον ἔπαθον, οἷον πρὸς τὰς ἀστραπὰς οἱ παῖδες, ἡδονὴν ἐκπλήξει μι γνύντες ἐκ τοῦ θεάματος· ἠγάπησά τε ὁμοῦ τὸ Πνεῦμα, καὶ ἐφοβήθην· καὶ χρόνου τινὸς