1

 2

 3

3

ἔρια περιβαλλόμενος, καὶ τὰ παχύτερα κατασφάζων ἢ ἀπεμπολῶν, καὶ τὰ ἄλλα παρεὶς τοῖς θηρίοις καὶ τοῖς κρημνοῖς, ποιμαίνων ἐμαυτὸν, οὐ τὰ πρόβατα, ὅπερ ὠνειδίζοντο οἱ πάλαι προεστῶτες τοῦ Ἰσραήλ. Ταῦτα διδάσκοιτέ με, καὶ τούτοις στηρίζοιτε τοῖς λόγοις, καὶ μετὰ τούτων ποιμαίνοιτε καὶ συμποιμαίνοιτε τῶν παραγγελμάτων, καὶ σώζοιτε, ὥσπερ τῇ διδασκαλίᾳ, οὕτω καὶ ταῖς εὐχαῖς, ἐμέ τε καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον, εἰς ἀσφάλειαν ἐμοὶ, εἰς καύχημα ὑμῖν ἐν ἡμέρᾳ ἐπιφανείας καὶ ἀποκαλύψεως τοῦ μεγάλου Θεοῦ, καὶ ἀρχιποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ ἡ δόξα Πατρὶ παντοκράτορι σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.