1
De dogmate et constitutione episcoporum
ΛΟΓΟΣ Κʹ.
Περὶ δόγματος καὶ καταστάσεως ἐπισκόπων.
Αʹ. Ὅταν ἴδω τὴν νῦν γλωσσαλγίαν, καὶ τοὺς αὐθημερινοὺς σοφοὺς, καὶ τοὺς χειροτονητοὺς θεολό γους, οἷς ἀρκεῖ τὸ θελῆσαι μόνον πρὸς τὸ εἶναι σοφοῖς· ποθῶ τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ σταθμὸν ἔσχατον ἐπιζητῶ, κατὰ τὸν Ἱερεμίαν, καὶ ἐμαυτῷ μόνῳ συγγενέσθαι βούλομαι. Οὐδὲν γάρ μοι δοκεῖ τοιοῦτον, οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρ κὸς καὶ κόσμου γενόμενον, μηδενὸς τῶν ἀνθρωπίνων προσαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσλαλοῦντα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ ἀεὶ τὰς θείας ἐμφάσεις καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, οἷον ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων, καὶ ὂν, καὶ ἀεὶ γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον, μέχρις ἂν πρὸς τὴν πη γὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ τύ χωμεν τοῦ μακαρίου τέλους, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ· ὡς μόλις ἄν τις ἑαυτὸν, ἢ μα κρᾷ φιλοσοφίᾳ παιδαγωγήσας, καὶ ἀποῤῥηγνὺς κατὰ μικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς, καὶ φωτοειδὲς, τοῦ ταπεινοῦ καὶ σκότῳ συνεζευγμένου, ἢ Θεοῦ τυχὼν ἵλεω, ἢ καὶ ἄμφω ταῦτα, καὶ μελέτην ὅτι μάλιστα ποιούμενος ἄνω βλέπειν, τῆς κατασπώσης ὕλης ἐπικρατήσειε. Πρὶν δὲ ταύτην ὑπερσχεῖν, ὅση δύνα μις, καὶ ἀνακαθᾶραι ἱκανῶς τά τε ὦτα καὶ τὴν διά 35.1068 νοιαν, ἢ ψυχῆς ἐπιστασίαν δέξασθαι, ἢ θεολογίᾳ προσβαλεῖν, οὐκ ἀσφαλὲς εἶναι γινώσκω.
Βʹ. Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος, ἵνα μή με τοῦ δέοντος δειλότερον ὑπολάβοιτε, ἀλλὰ καὶ ἐπαινῆτε τῆς προμηθείας, ἀκούω μὲν αὐτοῦ Μωϋ σέως, ἡνίκα ἐχρημάτιζεν αὐτῷ ὁ Θεὸς, ὅτι πλειόνων εἰς τὸ ὄρος προσκεκλημένων, ὧν εἷς ἦν καὶ Ἀαρὼν σὺν τοῖς παισὶν αὐτοῦ τοῖς δύο τοῖς ἱερεῦσιν, οἱ μὲν λοιποὶ πάντες προσκυνῆσαι πόῤῥωθεν ἐκελεύσθησαν, ἐγγίσαι δὲ Μωϋσῆς μόνος, οὐ συναναβῆναι δὲ ὁ λαός. Καὶ μικρὸν πρὸ τούτων, τοὺς μὲν ἄλλους ἀστραπαὶ, καὶ βρονταὶ, καὶ σάλπιγγες, καὶ ὅλον καπνιζόμενον τὸ ὄρος, καὶ ἀπειλαὶ φρικώδεις, καὶ τοιαῦτα δείμα τα ἵστη κάτω· καὶ μέγα ἦν αὐτοῖς ἀκοῦσαι τῆς τοῦ Θεοῦ φωνῆς μόνον, καὶ ταῦτα εὖ μάλα ἁγνισαμένοις. Μωϋσῆς δὲ καὶ ἄνεισι, καὶ τῆς νεφέλης εἴσω χωρεῖ, καὶ Θεῷ συγγίνεται, καὶ δέχεται νόμον, τοῖς μὲν πολ λοῖς τὸν τοῦ γράμματος, τοῖς δὲ ὑπὲρ τοὺς πολλοὺς τὸν τοῦ πνεύματος.
Γʹ. Γινώσκω δὲ Ἡλεῖ τὸν ἱερέα, καὶ μικρὸν ὕστερον Ὀζᾶν τινα· τὸν μὲν καὶ ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλμων κατὰ τῶν θυσιῶν, καὶ ταῦτα οὐκ ἀποδεχόμενον αὐτῶν τὴν ἀσέβειαν, ἀλλὰ πολλὰ πολλάκις ἐπιτιμήσαντα· τὸν δὲ, ὅτι τῆς κιβωτοῦ ψαῦσαι τολμήσας μόνον, περι σπασθείσης ὑπὸ τοῦ μόσχου, τὴν μὲν περιεσώσατο, αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος δηλαδὴ τοῦ Θεοῦ τῇ κιβωτῷ τὸ σεβάσμιον. Οἶδα δ' ἐγὼ μηδὲ τῶν τοί χων τοῦ ἱεροῦ ψαῦσαι τοῖς πολλοῖς ὂν ἀσφαλὲς, καὶ διὰ τοῦτο ἑτέρων ἐδεήθησαν τοίχων τῶν ἔξωθεν· μηδὲ τὰς θυσίας αὐτὰς, ὑφ' ὧν, καὶ ὅτε, καὶ οὗ μὴ καθῆκον ἦν, ἀναλίσκεσθαι· τοσούτου δεῖν πρὸς τὰ Ἅγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ἢ τὸ καταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢ προσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι.
∆ʹ. Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι μηδεὶς ἄξιος τοῦ μεγάλου Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, ὃς 35.1069 μὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶ σαν, μᾶλλον δὲ, ναὸς ἅγιος ἐγένετο Θεοῦ ζῶντος καὶ ζῶν· πῶς ἢ αὐτὸς προχείρως