1
In diem luminum
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ
Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν φροντίδων τὴν ἀσχολίαν μισήσαντες ἀκεραίῳ τῷ πληρώματι πρὸς τὴν θεραπείαν τοῦ θεοῦ συνεδράμετε. καὶ στενοχωρεῖ μὲν ὁ λαὸς τὸν οἶκον εἴσω τῶν ἱερῶν ἀδύτων γενόμενος, πληροῖ δὲ τὸν ἔξω χῶρον ἐν τοῖς προτεμενίσμασιν, ὅσος οὐ χωρεῖται παρὰ τῶν ἔνδον κατὰ τὴν εἰκόνα τῶν μελισσῶν· αἱ μὲν γὰρ ἔνδον ἐργάζονται, αἱ δὲ ἔξωθεν περιβομβοῦσι τὸ σμῆνος. οὕτως οὖν ποιεῖτε, ὦ παῖδες, καὶ μή ποτε ταύτην τὴν σπουδὴν ἀπολίπητε· πάθος γὰρ ὁμολογῶ πάσχειν ποιμαντικὸν καὶ βούλομαι ἐπὶ τῆς ὑψηλῆς ταύτης καθήμενος σκοπιᾶς κύκλῳ περὶ τοὺς πρόποδας τῆς κορυφῆς βλέπειν ἠθροισμένον τὸ ποίμνιον. κἂν οὕτως μοι συμβαίνῃ, προθυμίας τε ἐμπίπλαμαι θαυμαστῆς καὶ κάμνω τὸν λόγον ἡδέως ὡς οἱ ποιμένες τὰ μέλη τὰ νόμια, ὅταν δὲ ἑτέρως ἔχῃ καὶ τὴν ἔξω πλάνην ἦτε πλανώμενοι, ὡς ὑπόγυον ἐπὶ τῆς παρελθούσης κυριακῆς πεποιήκατε, σχετλιάζω πολλὰ καὶ τὴν σιωπὴν ἀσπάζομαι, 9.222 βουλεύομαι δὲ τὴν ἐνθένδε φυγὴν καὶ ζητῶ τὸν Ἠλίου τοῦ προφήτου Κάρμηλον ἤ τινα πέτραν ἀοίκητον· φίλον γάρ πως τοῖς ἀθυμοῦσι τὸ ἄμικτον καὶ φιλέρημον. Νῦν δὲ βλέπων ὑμᾶς σὺν αὐτοῖς τοῖς γένεσιν ἀθρόως πανηγυρίζοντας ὑπομι μνήσκομαι λογίου προφητικοῦ, ὃ πόρρωθεν Ἠσαΐας ἀνύμνησε τὴν εὔτεκνον τοῦ Χριστοῦ καὶ πολύπαιδα προαναφωνῶν ἐκκλησίαν· Τίνες, φησίν, οἵδε; ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ. οὐ μὴν ἀλλὰ πρὸς τούτῳ κἀκεῖνο· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοική σω. ταῦτα γὰρ ἡ τοῦ πνεύματος δύναμις εἰς τὴν πολυάνθρωπον τοῦ θεοῦ ἐκκλησίαν ἐθέσπισεν, ἣ χρόνοις ὕστερον ἔμελλεν ἀπ' ἄκρων εἰς ἄκρα πληρώσειν τὴν οἰκουμένην ἅπασαν. Ἧκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίων μυστηρίων καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον ἁμαρτίαν ἀπορρύπτει τῆς ψυχῆς καὶ τοῦ σώματος, ἐπανάγει δὲ πρὸς τὸ ἐξ ἀρχῆς κάλλος, ὅπερ ὁ ἀριστοτέχνης θεὸς ἐφ' ἡμῖν διεπλάσατο. καὶ διὰ τοῦτο ὁ μύστης λαὸς οἱ πεπειραμένοι τῶν ἀγαθῶν τῆς ἡμέρας ἠθροίσθητε, ἐπάγεσθε δὲ καὶ τὸν ἄπειρον ἔτι οἷα πατέρες χρηστοὶ μελέτῃ καὶ προσαγωγῇ ὁδηγοῦντες τοὺς ἀμυήτους πρὸς τὴν τελείαν τῆς εὐσεβείας κατάληψιν. ἐγὼ δὲ ἀμφοτέροις συνήδομαι, τοῖς μὲν τελεσ θεῖσιν, ὅτι μεγάλην δωρεὰν ἐπλουτήσατε, τοῖς δὲ ἀμυήτοις, ὅτι καλὴν προσδοκίαν ἐλπίζετε ἄφεσιν εὐθυνῶν, λύσιν δεσμῶν, οἰκείωσιν πρὸς θεόν, παρρησίαν ἐλευθέριον, ἀντὶ δουλικῆς 9.223 ταπεινότητος ἰσοτιμίαν τὴν πρὸς ἀγγέλους. ταῦτα γὰρ ἡμῖν καὶ εἴ τι τούτοις ἀκόλουθον ἡ τοῦ λουτροῦ χάρις ἐγγυᾶται καὶ δίδωσιν. διὸ τὰς ἄλλας τῶν γραφῶν ὑποθέσεις ἑτέροις καιροῖς ἀναθέμενοι τῷ προκειμένῳ σκοπῷ παραμείνωμεν τὰ οἰκεῖα καὶ πρόσφορα τῇ ἑορτῇ δωροφοροῦντες εἰς δύναμιν· φίλον γὰρ ἑκάστῃ πανηγύρει τὸ ἴδιον.
Οὕτω γάμον μὲν ταῖς ἐπιθαλαμίοις ᾠδαῖς δεξιούμεθα, πένθει δὲ τὰ νενομισμένα τοῖς ἐπικηδείοις θρήνοις εἰσφέρομεν, ἐν πράγμασι σπουδαιο λογούμεθα, ἐν εὐωχίαις λύομεν τῆς ψυχῆς τὸ πεπυκνωμένον καὶ σύντονον, ἕκαστον δὲ καιρὸν τηροῦμεν τῶν ἀλλοτρίων ἀνεπιθόλωτον. Ἐγεννήθη τοίνυν Χριστὸς πρὸ ὀλίγων ἡμερῶν ὁ πρὸ πάσης οὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς, βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐρρυπωμένον ἀποκαθάρῃ, πνεῦμα δὲ ἄνωθεν ἀγάγῃ καὶ ἄνθρωπον εἰς οὐρανοὺς ἀνυψώσῃ, ἵνα ὁ πεσὼν διεγερθῇ καὶ ὁ ῥίψας καταισχυνθῇ (καὶ μὴ θαυμάσῃς, εἰ τοσοῦτον ἐγένετο τῷ θεῷ τὸ καθ' ἡμᾶς περισπούδαστον) ἵνα καὶ αὐτουργήσῃ τοῦ ἀνθρώπου τὴν σωτηρίαν· μετὰ μερίμνης