1

 2

 3

 4

1

Contra haereticos et in sanctam deiparam

Κατὰ αἱρετικῶν, καὶ εἰς τὴν ἁγίαν Θεοτόκον.

59.709 αʹ. Πάλιν τῇ παῤῥησίᾳ τοῦ ἁγίου Πνεύματος διασπῶν τὰς σειρὰς τῆς ἀμαθίας

τὸν διδασκαλικὸν καταλαμβάνω θρόνον, οὐκ αἰδούμενός μου τὴν πτωχείαν· φιλόπτωχοι γὰρ ὄντες οἰκτείρετέ με διὰ τὴν τῆς ἀγάπης φιλοτιμίαν. Πένης γὰρ ὢν πλουσίοις ἐπεκτείνομαι, οὐκ ἀλαζονείας ὑποθέμενος νόσον, ἀλλὰ τῆς φιλοθέου ὑμῶν ψυχῆς ἀποπληρῶν τὸν ἔρωτα. Τέρπεσθε γάρ μου τοῖς λόγοις, ἐπειδὴ κἀγὼ εὐφραίνομαι ὑμῶν τοῖς τρόποις. Οὐκ οἶδά μου τὴν πτωχείαν, καὶ μογιλάλον φωνὴν, τὸ καλὸν τοῦτο καὶ ἐπέραστον θεωρῶν θέατρον. Οἶδα γὰρ, ὡς οὐ κριταί 59.710 μου τῶν λόγων, ἢ θεαταὶ τῶν ἀγώνων συνέρχεσθε, ἀλλ' ἵνα τῷ παιδὶ ὡς πατέρες συνεπισχύσητε. Ἐγὼ γὰρ τῇ γλώττῃ λαλῶ, ὑμεῖς δὲ τῇ καρδίᾳ φθέγγεσθε πρὸς τὸν Θεὸν τοῦτο, δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος· φιλόπαιδες γὰρ ὄντες καὶ φιλότεκνοι τοὺς ἡμετέρους πόνους οἰκείους λογίζεσθε στεφάνους. ∆ιὸ οὐκ ὀκνῶ πρὸς τὸ λέγειν· λύει γάρ μου τὸν ὄκνον ὁ περὶ ὑμᾶς πόθος, μεταβάλλει μου τὴν ἀμάθειαν εἰς ἐνάρετον διδασκαλίαν ἡ εὐαγὴς προσευχή. Ἀλλὰ ταῦτα μὲν ἐν προοιμίῳ εἰρήσθω. Ἐγὼ δὲ σήμερον περιζωσάμενος τὴν ὀσφὺν τῆς 59.711 ἀληθείας, καὶ ἐνδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἄρχομαι κατὰ τῶν αἱρετικῶν ἀναδεξάμενος ἀγῶνα. Ἐφάπτομαι τῶν ἀγώνων, οὐ λόγοις λόγους συνάπτων, οὐδὲ ῥητορικῇ δεινότητι τὰς σειρὰς τῶν προτάσεων διαλύων, ἀλλὰ τῇ τελείως ἐπαναγνωσθείσῃ φωνῇ τὰ εὐμήχανα τῶν αἱρετικῶν προβλήματα, ὡς ἱστὸν ἀράχνης, διασπῶν. Ἔστι δὲ ἀποστολικὸν ἀνάγνωσμα τοῦτο· Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τί λέγεις, ὦ Παῦλε; ὁ πλοῦτος τοῦ Θεοῦ ἐν βάθει κεῖται, καὶ ἐν ὕψει γνωρίζεται; Ναὶ, φησὶ, καὶ ἐν βάθει, καὶ ἐν ὕψει· ἐν βάθει μὲν διὰ τὴν ἀνθρωπότητα, ἐν ὕψει δὲ διὰ τὴν θεότητα. Οὕτω γὰρ διὰ τοῦ προφήτου ἀποκαλύπτων τὴν οἰκονομίαν ἔλεγε πρὸς Ἄχαζ· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος· εἰς βάθος μὲν, διὰ τὴν οἰκονομίαν, εἰς ὕψος δὲ, διὰ τὴν θεολογίαν. Βαθὺ μὲν γὰρ σημεῖον τὸ ἐκ Παρθένου τεχθῆναι, ὑψηλὸν δὲ κήρυγμα καὶ τὸ ἐκ Θεοῦ Θεὸν γεννηθῆναι. Οὔτε οὖν τὸ ὕψος, ἄνθρωπε, περιεργαζόμενος καταλαμβάνεις, οὔτε τὸ βάθος πολυπραγμονῶν εὑρίσκεις. Σεπταὶ γάρ εἰσιν αἱ τοῦ Χριστοῦ γεννήσεις· ἡ μὲν γάρ ἐστι κατὰ φύσιν, ἡ δὲ παρὰ φύσιν. Παρὰ φύσιν γὰρ ἐν ὑστέροις καιροῖς ἐκ τῆς Παρθένου ἐτέχθη, κατὰ φύσιν δὲ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς ἐτέχθη, ὡς ὁ γεννήσας οἶδε. Καὶ ἡ ἄνω γέννησις ἀψευδής. Ἀληθῶς γὰρ ἐκ Θεοῦ Θεὸς ἐγεννήθη, ἀληθῶς ἐκ τῆς Παρθένου ἄνθρωπος ὁ Θεὸς μετὰ ἀνθρώπων ἐτέχθη· ἄνω μόνος ἐκ μόνου Μονογενὴς, καὶ κάτω μόνος ἐκ μόνης Μονογενής· καὶ ὥσπερ ἐπὶ τῆς ἄνω γεννήσεως ἀσεβές ἐστιν ὑπονοῆσαι μητέρα, οὕτω καὶ ἐπὶ τῆς Παρθένου βλάσφημόν ἐστιν ὑπονοῆσαι πατέρα. Ὁ Πατὴρ ἀῤῥεύστως ἐγέννησεν, ἡ Παρθένος ἀφθόρως ἔτεκεν. Οὔτε γὰρ Θεὸς ῥεῦσιν ὑπέμεινε γεννήσας· θεοπρεπῶς γὰρ ἐγέννησεν· οὔτε ἡ Παρθένος φθορὰν ὑπέστη τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν. Ὢ καινοῦ θαύματος! ὢ σεπτοῦ καὶ ἀλαλήτου μυστηρίου! Τολμῶ γὰρ εἰπεῖν, ὅπερ λέγων οὐ σφάλλομαι· ὅτι καὶ ἄνω παρθένος ἐγέννησε φύσις καθαρὰ γάρ ἐστι καὶ ἄφθορος ἡ τῆς θεότητος οὐσία, καὶ κάτω Παρθένος ἔτεκεν ἄφθορος ἄφθορον· Οὐ δώσεις γὰρ τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὅταν ἡ φύσις τάξει βαίνῃ, τότε τὰ κατὰ φύσιν ζήτει, ἄνθρωπε· ὅταν δὲ Θεός τι προστάσσῃ, τότε ἡ φύσις τὴν ἑαυτῆς ἀρνεῖται τάξιν, καὶ ἐκεῖνα πράττει, ἅπερ ὁ τοῦ Θεοῦ βούλεται