1
De nativitate Joannis Baptistae
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ
βαπτιστοῦ. Ἐπέστη σήμερον ἡ τῶν χρεωστουμένων ἀπαίτησις, πάρεστιν ἡ μεθοδεύουσα ἡμέρα ἡμᾶς τὸ ὄφλημα, ἐπίκειται ἡ ἐμπρόθεσμος τῶν δανεισθέντων ὀξύτης· δεδανείσμεθα γὰρ ὡς ἀληθῶς καὶ τὸν παρόντα καιρὸν καὶ τὸ λεῖπον τοῖς λόγοις. Τί δὲ λέγω τὸ λεῖπον, ὅπου καὶ ἀποδιδόμενον αὔξει τὸ χρέος καὶ πληρούμενον ἑτέραν ἡμῖν ἀρχὴν ὀφλήματος ἀπεργάζεται. Τοιοῦτοι γὰρ οἱ εἰς τὸν ἅγιον Ἰωάννην τὸν βαπτιστὴν γινόμενοι λόγοι· φιλονεικοῦντες μὲν ἀποδιδόναι τὸ χρέος, ὑποπίπτοντες δὲ ἀεὶ τῷ ὀφλήματι. Τί γὰρ ἔστιν εἰπεῖν ἐπὶ τῷ μεγέθει τῶν τοῦ δικαίου πραγμάτων ἢ ἐπὶ τῇ τοσαύτῃ τῶν κατορθωμάτων λαμπρότητι; Ἢ μόνον τάχα ἐκείνῃ χρήσασθαι δίκαιον τῇ φωνῇ· «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.» Αὕτη γὰρ ἀξία τῶν ἐγκωμίων ἡ μνήμη, αὕτη τῆς ὀφειλομένης τιμῆς ἡ ἀλήθεια· δεσπότης γάρ ἐστιν ὁ καὶ λέγων ἀψευδῶς καὶ ἐπαινῶν ἐπαξίως. Οὐκ ἐγήγερταί φησιν, ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ. Οὐδεὶς γὰρ ἐν γεννητοῖς τῶν δικαίων οὕτως ἐγήγερται· Ἰερεμίας ὁ προφήτης ἐκ μήτρας ἡγίασται, ἀλλὰ Ἰωάννης ὁ βαπτιστῆς καὶ τούτου πλέον τετίμηται. Ἀλλὰ καὶ αὐτοῦ τοῦ ἁγίου πνεύματος πληροῦται κυοφορούμενος· πνεύματος γάρ φησιν, ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ. ∆ιὸ καὶ ἔνδον τῆς γαστρὸς σκιρτήσας εὐαγγελίζεται καὶ τικτόμενος τὴν ἐπὶ τῷ πατρὶ εὐθὺς θεραπείαν ἐργάζεται. Ἀμέλει πάντες φησιν, οἱ ἀκούσαντες ἔλεγον· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; Ἀδημονοῦσι γὰρ θαυματουργοῦντα τὸν βαπτιστὴν πρὸ τοῦ καιροῦ θεωροῦντες, θαυμάζουσι τὴν τοῦ βρέφους ὑπὲρ δύναμιν ἀξίαν. Βλέπουσι τὸ παιδίον καὶ χρόνων τοῦ βίου καὶ τρόπων ἀνώτερον. Τὰ πρὸ τοῦ τόκου μαθόντες ἐκπλήττονται, τὰ μετὰ τὸν τόκον ὁρῶντες ξενίζονται. Καὶ ἀποροῦντες κεκράγασιν· « Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Θέλετε μαθεῖν τὴν προκοπὴν τοῦ παιδίου; Θέλετε τὴν προσγινομένην αὐτῷ γνῶναι ἀξίαν; Ἀκούσατε τοῦ ἀγγέλου περὶ αὐτοῦ κεκραγότος· «Ἔσται φησί, μέγας ἐνώπιον κυρίου.» Ἰδοὺ καὶ πάλιν τὸ μεῖζον ἀπονέμεται τῷ δικαίῳ, τῷ τῆς ἐρήμου ποθεινῷ. Οὔπω ἐμάνθανε τὴν πλοκὴν τῶν πραγμάτων, καὶ προλαμβάνων φυλάττει τῆς ψυχῆς τὴν ἁπλότητα. Οὐ γὰρ ἀνέχεται τὸν ἀνθρώπινον ἐμπορεύεσθαι πλοῦτον, οὐκ ἐρᾷ δόξης λυομένης ἐν βίῳ, οὐ παρέχει τῇ γαστρὶ τὴν ἀκόρεστον γεῦσιν, οὐ τὴν τῶν βρωμάτων ποικιλίαν γινώσκει, οὐκ ἐσθῆτος καλλωπισμὸν περιβάλλεται. Εἶχε γάρ φησι, τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλων καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Τὸ γὰρ ἴδιον τῆς ἐν ἐρήμῳ ἀσκήσεως σχῆμα πρόσφορον τῆς ἀνδρείας αὐτοῦ τὸ ἔνδυμα. Ἀχθοφόρου γὰρ ζῴου τὰς τρίχας ἐφόρει, σημαίνων ὡς τὸ ἐπικείμενον αὐτῷ κατὰ τὴν ἔρημον βάρος φέρειν καὶ αὐτὸς ἀνέχεται κούφως· βαρὺς γὰρ ἦν ἀληθῶς ὁ εἰς τὴν ἔρημον βίος. Εἶχε δὲ καὶ δερματίνην ζώνην, δι' ἧς τήν τε νενεκρωμένην τῆς γαστρὸς ἐπιθυμίαν ἐδήλου καὶ τῆς ψυχῆς ἐν ταὐτῷ τὴν ἀνδρείαν ἐνέφηνεν. Ἡ δὲ τροφὴ ἦν αὐτῷ φησιν, ἀκρίδες καὶ μέλι ἄγριον. Καὶ τοῦτο τῆς πολυτελεστάτης ἥδιον ἐν ἐρήμῳ. ∆εσπότου δὲ καὶ ποιητοῦ ἀποφηναμένου μὴ ἐγηγέρθαι ἐν γεννητοῖς γυναικῶν μείζω Ἰωάννου τοῦ βαπτιστοῦ, καὶ