1

 2

1

In Lazarum iii

Εἰς τὸν τετραήμερον Λάζαρον. γʹ.

62.777 Ἔλυσε τὸν Λάζαρον τὸ φῶς· ἀλλ' οὕτω καλούμενος ἔσπευσεν, ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην μὲν ἡμέραν κατασαπεὶς ἐν τῷ μνημείῳ, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τὴν τοῦ σώματος διασπασθεὶς ἁρμονίαν, καὶ τῆς φθορᾶς μάρτυρα τὸ τοῦ τάφου κεκτημένος δυσῶδες. Ἀλλ' ἡ τῆς ζωῆς ὀσφράνασα τὸν νεκρὸν εὐοσμία, τὴν τῶν σπλάγχνων ἀνεχάλκευσε λύσιν· γέγονε μήτρα τοῦ κειμένου τὸ μνῆμα, καὶ καθάπερ ἐν γαστρὶ σπαρεὶς, οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλλετο Λάζαρος. Ὢ καινῆς θαυματοποιίας! ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐξεφόρησε τάφος, τοῖς ἐνταφίοις, ὥσπερ τὸ βρέφος, ἐνειλημμένον σπαργάνοις.

Ἡ γὰρ τοῦ ∆εσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα, μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν. Λάζαρε, φησὶ, δεῦρο ἔξω· καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρχετο, καὶ συνέτρεχεν ἀλλήλοις ἐν τῷ τάφῳ τὰ μέλη· πρὸς τὴν οἰκείαν ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν οἰκείαν ἡ ῥὶς κατελάμβανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπὴς συζυγία, ἄρθρων ἁρμονίαι συνήπτοντο, δακτύλων συνετίθετο τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάττετο, ὑμένες ὑφαίνοντο, ἠνθετίζοντο τρίχες. Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατασκευάζω τὸν δρόμον. Ὥσπερ ἐκ συνθήματος ἵππος, οὕτως ἐκ τῆς τοῦ ∆εσπότου φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα. Λάζαρε, δεῦρο ἔξω. Πρὶν εἰπεῖν, ἀνάστηθι, προστάττει τὴν ἔξοδον· 62.778 κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρότερον, εἶθ' οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον.

Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον, ∆έσποτα, τῷ κειμένῳ κηρύττεις; Κειμένῳ, φησὶν, ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας, ἐχρονοτρίβησα τὴν ἔξοδον. Οὐ λέγω πρὸς αὐτὸν, ἔγειρε, καὶ δεῦρο ἔξω, ἵν' ὀξύτερον δράμῃ, ἐγέρσεως καὶ δρόμου μίαν λαβὼν προθεσμίαν. Ἐντεῦθεν ὑπόπτερος Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον, ἢ νεκρὸς, τῷ τάφῳ παρακαθήμενος. Ἅδης δὲ κάτωθεν, ὡς ἔοικε, τὸν νεκρὸν ἀποδιδοὺς ἀνεβόα· Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν τάφων, ὡς ὑπνοῦντας ἐγείρων; τίς οὗτος ὁ νόμους τεθνεώτων παλαιοὺς παραλύων; τίς οὗτος ὁ κατεξανίστασθαι τόσον κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; τίς οὗτος ὁ πρὸς ζωὴν τοὺς ταφέντας ἀνατρέχειν ἐθίζων; τίς οὗτος ὁ τοὺς ἐμοὺς οὕτως εὐκόλως ἀναλύων νεκρούς; τίς οὗτος ὁ νεκρούς μου παλαιοὺς ἀποσπῶν ἐπιτάγματι; Οἴχεταί μοι τῆς κατὰ τῶν ἀνθρώπων, ὡς ὁρῶ, τυραννίδος τὸ σκῆπτρον, σαθρόν μοι λοιπὸν τοῦ θανάτου τὸ δεσμωτήριον ἀπῆλθεν. Ἠλίας νεκρὸν ἀνέστησε πρὸς χάριν γυναικὸς ἀποδείξας· ἐπελθὼν Ἑλισσαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς· νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπεστράτευσε, κλέπτων τοὺς σεσηπότας νεκροὺς, καὶ κινδυνεύω λοιπὸν μήτε σαπέντων ἐξουσιάζειν νεκρῶν. Σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα· θριαμβεύει με τετραήμερον σῶμα μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγχορεύων αἰσθητός· πατηθήσομαι λοιπὸν μετὰ σπαργάνων, παρ' ἐμοῦ νεκροῦ δραπετεύσαντος.

Τίς γάρ με τοῦ 62.780 λοιποῦ δειλιάσει, τὸν παρὰ σαπέντος νενικημένου νεκροῦ, καὶ ὡς παρακαταθηκῶν τινων φύλακα τῶν νεκρῶν γεγονότα; παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος, ὥσπερ τις χρυσὸς, μεθ' ὧν παρετέθη