1

 2

 3

 4

1

In decollationem sancti Joannis

ΕΙΣ ΤΗΝ ΑΠΟΤΟΜΗΝ ΤΟΥ ΠΡΟ∆ΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ, Καὶ εἰς τὴν Ἡρωδιάδα.

59.485 Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράττεται, πάλι ὀρχεῖται, πάλιν ἐπιζητεῖ

τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ ἀνόμως ὑπὸ Ἡρώδου ἀποτμηθῆναι. Πάλιν Ἰεζάβελ περιέρχεται ζητοῦσα τοῦ Ναβουθαὶ τὸν ἀμπελῶνα ἁρπάσαι, καὶ τὸν ἅγιον Ἠλίαν καταδιῶξαι ἐπὶ τὰ ὄρη. Οἶμαι δὲ μὴ μόνον ἐμὲ εἰς ἔκστασιν τυγχάνειν, ἀλλὰ καὶ πάντας ὑμᾶς τοὺς ἀκούοντας τῆς τοῦ Εὐαγγελίου φωνῆς, καὶ θαυμάζειν σὺν ἐμοὶ τὴν μὲν Ἰωάννου παῤῥησίαν τὴν δὲ Ἡρώδου κουφότητα, καὶ τὴν τῶν ἀθέων γυναικῶν θηριώδη μανίαν. Τί γὰρ ἠκούομεν; Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔθετο ἐν φυλακῇ. ∆ιὰ τί; ∆ιὰ Ἡρωδιάδα γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ ψέξειεν ἄν τις τὴν Ἡρώδου κουφότητα ὑπὸ δυστήνων γυναικῶν παραχθεῖσαν. Τί δ' ἄν τις εἴποι, ἢ πῶ τις ἐκφράσειε τὴν τῶν γυναικῶν ἐκείνων ἀκόλαστον πονηρίαν; Ἐμοὶ μὲν δοκεῖ μηδὲν εἶναι ἐν κόσμῳ θηρίον ἐφάμιλλον γυναικὸς πονηρᾶς. Ἀλλὰ νῦν ἐμοὶ περὶ πονηρᾶς ὁ λόγος, οὐ περὶ ἀγαθῆς καὶ σώφρονος. Οἶδα γὰρ πολλὰς εὐσχήμονας καὶ ἀγαθὰς, ὧν με δεῖ μνημονεῦσαι τὸν βίον πρὸς οἰκοδομὴν καὶ ἔρωτα τῶν καλῶν.

Οὐ 59.486 δὲν τοίνυν θηρίον ἐν κόσμῳ ἐφάμιλλον γυναικὸς πονηρᾶς. Τί λέοντος δεινότερον ἐν τετραπόδοις; Ἀλλ' οὐδέν. Τί δὲ ὠμότερον δράκοντος ἐν ἑρπετοῖς; Ἀλλ' οὐδέν. Πλὴν καὶ λέων καὶ δράκων ἐν τῷ κακῷ ἐλάττω τυγχάνουσι Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ σοφώτατος Σολομὼν, λέγων· Συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδόκησα, ἢ μετὰ γυναικὸς πονηρᾶς καὶ γλωσσώδους. Καὶ ἵνα μὴ νομίσῃς τὸν προφήτην εἰρωνείᾳ εἰρηκέναι, ἐξ αὐτῶν τῶν πραγμάτων κατάμαθε ἀκριβῶς. Τὸν ∆ανιὴλ ἐν τῷ λάκκῳ οἱ λέοντες ᾐδέσθησαν, τὸν δὲ δίκαιον Ναβουθαὶ Ἰεζάβελ ἐφόνευσε· τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ ἐφύλαξε, ∆αλιλὰ δὲ τὸν Σαμψὼν ξυρήσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε· δράκοντες καὶ ἀσπίδες καὶ κεράσται τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἐτρόμασαν, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμεν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέθρεψαν, Ἰεζάβελ δὲ αὐτὸν μετὰ τὴν εὐεργεσίαν τοῦ ὑετοῦ πρὸς φόνον ἐδίωκε. Τί γὰρ ἔλεγεν; Εἰ σὺ Ἠλιοὺ, καὶ ἐγὼ Ἰεζάβελ· Τάδε ποιήσαισάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, εἰ μὴ αὔριον ταύτῃ τῇ ὥρᾳ θήσομαι τὴν ψυχήν σου ὡς ἑνὸς τῶν τεθνηκότων. Καὶ ἐφοβήθη Ἠλίας, καὶ ἐπορεύθη κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τεσσαρά 59.487 κοντα Καὶ ἦλθεν ὑπὸ Ῥαθμὲν, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν, καὶ εἶπε· Κύριε ὁ Θεὸς, ἱκανούσθω μοι νῦν, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι οὐ κρείσσων ἐγὼ ὑπὲρ τοὺς πατέρας μου. Οἴμοι! ὁ προφήτης Ἠλίας ἐφοβήθη γυναῖκα; ὁ τὸν ὑετὸν τῆς οἰκουμένης ἐν τῇ γλώττῃ βαστάζων, ὁ πῦρ οὐρανόθεν κατενέγκας, καὶ δι' εὐχῆς νεκροὺς ἐγείρας, ἐφοβήθη γυναῖκα; Ναὶ, ἐφοβήθη. Οὐδεμία γὰρ κακία συγκρίνεται γυναικὶ πονηρᾷ.

Μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ Σοφία λέγουσα, ὅτι Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Ὢ τὸ κακὸν τοῦ διαβόλου καὶ ὀξύτατον ὅπλον! διὰ γυναικὸς ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐν παραδείσῳ κατέτρωσε· διὰ γυναικὸς τὸν πραότατον ∆αυῒδ πρὸς τὴν τοῦ Οὐρίου δολοφονίαν ἐξέμηνε· διὰ γυναικὸς τὸν σοφώτατον Σολομῶντα πρὸς παράβασιν κατέστρωσε· διὰ γυναικὸς τὸν ἀνδρειότατον Σαμψῶνα ξυρήσας ἐτύφλωσε· διὰ γυναικὸς τοὺς υἱοὺς Ἠλεὶ τοῦ ἱερέως ἠδάφισε· διὰ γυναικὸς τὸν εὐγενέστατον Ἰωσὴφ ἐν φυλακῇ