1

 2

1

In proditionem Judae

Εἰς προδοσίαν τοῦ Ἰούδα, καὶ εἰς τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ἁγίᾳ πέμπτῃ.

61.687 Στυγνὴν τὴν Ἐκκλησίαν ὁρῶ, σκυθρωπάζουσαν μορ φὴν τὴν τοῦ οἰκείου

υἱοῦ προδοσίαν σημαίνουσαν. ∆εινὸν γὰρ τὸ μελετηθὲν, καὶ φόνος τὸ κατασκευασθὲν, καὶ κριτὴς ὁ ταῦτα πάσχων νεκρῶν καὶ ζώντων οὐράνιος. Τὸ δὲ πάντων δεινότερον, ἄφνω ἐχθρὸς καὶ ἐπίβουλος ὁ πρὸ μικροῦ μαθητὴς καὶ ὑπήκοος, ἀθρόως θηρίον τὸ πρόβατον, ἀποστάτης φωτὸς ὁ ἀπόστολος, πράτης ∆ε σπότου ὁ δοῦλος ἀσύμφωνος, τῶν ἕνδεκα μαθητῶν ὁ δωδέκατος.

Καὶ τί μὴ λέγω τὸ ὄνομα, ἵνα μὴ πᾶσιν ἐπάγω τὴν ὕβριν τοῖς ἀποστόλοις, ἀποκρύπτων τὸν αἴτιον; Πορευθεὶς, φησὶν, Εἷς τῶν δώδεκα. Τίς; Ὁ λεγόμενος Ἰούδας. Καὶ ἄλλο, ἵνα μὴ ὁ ἀναίτιος ἀπο κρύψῃ τὸν αἴτιον (εὑρίσκομεν γὰρ τῶν ἀποστόλων καὶ ἕτερον τῷ αὐτῷ κεκλημένον ὀνόματι), Ἰούδας ὁ Ἰσκαριώτης, φησὶν, εἷς πορευθεὶς τῶν δώδεκα. Οὐκ ἔτι οὖν εἷς· εἶχε γὰρ μεθ' ἑαυτοῦ τὸν διάβολον συνεργόν. Οὗτος πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι ἐνταῦθα, Ἰούδα, τὸν τοῦ κόσμου ∆εσπότην καὶ ἑαυ τοῦ διδάσκαλον εἰς πρᾶσιν προβαλλόμενος, τὴν ἀξίαν τοῦ μαθητοῦ ἐν ποίᾳ καταλιμπάνεις τιμῇ; τί δέ σε κατ αναγκάζει προδότην τοῦ ἑαυτοῦ βασιλέως στρατεύεσθαι; τίνα προτίμησιν εἶδες τῶν λοιπῶν συμμαθητῶν κατὰ σοῦ γινομένην, ὅτι ταύτην ἄνομον βουλὴν ἐμελέ τησας; ὃς οἶδας πρὸς σὲ καὶ τοὺς ἕνδεκα ἀποστόλους τοῦ ∆εσπότου βοήσαντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος 61.688.

Ἆρα οὐ ταῦτα προεῖπε, τὴν σὴν βουλὴν ἀναστέλ λων; καὶ διακονεῖν σε τοῖς πρώτοις ἠρέθισεν, ἵνα μὴ σὺ ὡς ἔσχατος ἀδίκῳ πόνῳ κινηθεὶς κατασκευάσῃς τὸν δόλον; Εἰ μὲν ὑπῆρχες χρημάτων ἐκτὸς τοῖς Ἰουδαίοις τὴν προδοσίαν δωρούμενος, ἂν ὑπέλαβεν ἄνθρωπος, ὅτι ἄδικόν τι ὑποστὰς πρὸς τὴν τοῦ ἀδικήσαντος ἐχώρησας ἄμυναν· τὸ δὲ λέγειν σε προφανῶς· Τί θέλετέ μοι δοῦ ναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; δηλοῖ τὴν σὴν δο λιότητα. Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Τί πράττεις, Ἰούδα, τριάκοντα συμφωνήσας ἀργύρια ὑπὲρ τῆς τοῦ ἀτιμήτου πράσεως μαργαρίτου; Ἐξαρίθμησον πρῶτον ἅπερ μόνῳ τῷ λόγῳ ἐδημιούργησεν ἄστρα, καὶ τότε λόγῳ τὸν Λόγον παραδοῦναι μελέτησον. Ἐζή τει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Αὐτὸς τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε, καὶ κατ' ἐκείνου ἐζήτει και ρὸν τῆς ἑαυτοῦ προδοσίας ἁρμόδιον.

Ὀψίας δὲ γενο μένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με· ὁ κατ' ἐμοῦ καὶ ὑμῶν εἰσελθὼν καὶ μαθὼν ἃ φυλάξαι οὐκ ἴσχυσε. Καὶ λυ πούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, μήτι ἐγώ εἰμι, Κύριε; Πάντας ἐκίνει τὸ ῥηθὲν εἰς ἀκριβῆ τοῦ συνειδότος ἐρεύνησιν, οἷς καθαρὰ τὰ τῆς καρδίας κρύφια. Ἀπεκρίθη λέγων ὁ Ἰησοῦς· Τί πάντες ἑαυτοὺς τὸ τοῦ προδότου συκοφαντεῖτε ἐγχεί ρημα; Ὁ ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν 61.689 χεῖρα, οὗτός με παραδώσει. Ἄκων ὑποδεικνύει ἑαυτὸν, πρὸ τοῦ δράματος λέγει κἂν μὴ θέλων· τὸ ὄνομα κρατεῖται τέως ὑπ' ἐμοῦ, ἕως ἂν εἴπῃ ἐφ' ὑμῶν τὰ ὑπ' αὐτοῦ κατ' ἐμοῦ μελετώμενα. Ἀποκριθεὶς δὲ, φησὶν, ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν, εἶπε· Μήτι ἐγώ εἰμι, Ῥαββί; Λέγει αὐτῷ· Σὺ εἶπας. Ἠλευθέρωσας τοὺς ἕνδεκα, τῶν παρὰ σοῦ πραττομένων τούτους ἀθώους ποιήσας.