1

 2

2

∆έχου καὶ ἄλλην κατάκρισιν ὧν μέλλεις πράττειν φιλαργυρίᾳ. Ἐσθιόντων δὲ αὐτῶν, φησὶ, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκε λέγων· Λάβετε, πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Λάβετε ἐξ αὐτοῦ πάντες. Καὶ σὺ, φησὶν, ὁ προδότης, τῆς αἰωνίου μετάσχου ζωῆς· καὶ ἐὰν μὲν ἐμμείνῃς ἐν αὐτῇ, τὰ πρὸς Ἰουδαίους συγκεχώρηταί σοι σύμφωνα· ἐὰν δὲ τὴν ἑαυτοῦ μὴ ἀνατρέψῃς ὁρμὴν, ἴσθι εἰδὼς ὁποῖον ∆εσπότην πιπράσκεις φιλάνθρωπον.

Ὁ δὲ τῆς ∆εσποτικῆς εὐσπλαγχνίας μὴ ἀνασχόμενος, πρὸς Ἰουδαίους δραμὼν ἄγειν εἰς ἔργον τὸ μελετηθὲν κατηπείγετο. Καὶ ἰδοὺ, 61.690 φησὶν, Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὁ ὄχλος πολὺς μετὰ μαχαιρῶν, καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἐὰν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. Τοῖς ἐμοῖς προσέχετε χείλεσιν· ἄλλως γὰρ ὁ λόγος προδοθῆναι οὐ δύναται. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ, εἶπεν αὐτῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. Ὢ φιλήματος, οἰκουμενικῆς εἰρήνης ἀναίρεσις, μᾶλλον δὲ, φιλαλήθως εἰπεῖν, τοῦ κοσμικοῦ πολέμου κατάλυσις, καὶ εἰ μὴ τούτῳ ἀκολουθῶν τῷ σκοπῷ ὁ Ἰούδας τὴν προδοσίαν ἐτόλμησεν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ' ᾧ πάρει; Ἐμοὶ τὸ φίλημα δέδωκας, πρὸς τοὺς παρεστῶτας τὰ σύμφωνα πλήρωσον. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.

Ἀπῆλθεν ὁ προδότης τῶν ἀποστόλων ἀλλότριος, καὶ ὁ τῆς ζωῆς ἀρχηγὸς τοῖς Ἰουδαίοις προσηνέχθη εἰς θάνατον· κατεσκευάσθη σταυρὸς, καὶ τάφος οἰκοδομεῖται εἰς ζωήν· οἱ νεκροὶ ἐπανέρχονται, καὶ εἰς ᾅδην Ἰούδας πορεύεται· σταυροῦται μετὰ λῃστῶν ὁ Σωτὴρ, καὶ πάντας καλεῖ πρὸς παράδεισον. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.