1
In sanctum Ignatium martyrem
ΕΓΚΩΜΙΟΝ Εἰς τὸν ἅγιον ἱερομάρτυρα Ἰγνάτιον τὸν θεοφόρον ἀρχιεπίσκοπον γενόμενον Ἀντιοχείας τῆς μεγάλης εἰς Ῥώμην
ἀπενεχθέντα, καὶ αὐτόθι μαρτυρήσαντα, κακεῖθεν αὖθις εἰς Ἀντιόχειαν κομισθέντα.
50.587
αʹ. Οἱ πολυτελεῖς καὶ φιλότιμοι τῶν ἑστιατόρων πυκνὰς καὶ ἐπαλλήλους ποιοῦνται τὰς ἑστιάσεις, ὁμοῦ μὲν τὴν οἰκείαν περιουσίαν ἐπιδεικνύμενοι, ὁμοῦ δὲ τὴν περὶ τοὺς ἐπιτηδείους φιλοφροσύνην ἐμφαίνοντες. Οὕτω καὶ ἡ τοῦ Πνεύματος χάρις τῆς οἰκείας δυνάμεως τὴν ἀπό δειξιν ἡμῖν παρεχομένη, καὶ πολλὴν τὴν φιλοφροσύνην περὶ τοὺς τοῦ Θεοῦ φίλους ἐπιδεικνυμένη, συνεχεῖς ἡμῖν καὶ ἐπαλλήλους τὰς τῶν μαρτύρων παρατίθεται τραπέζας.
Πρῴην γοῦν ἡμᾶς κόρη κομιδῇ νέα καὶ ἀπειρό γαμος, ἡ μακαρία μάρτυς Πελαγία, μετὰ πολλῆς τῆς εὐφροσύνης εἱστίασε· σήμερον πάλιν τὴν ἐκείνης ἑορτὴν ὁ μακάριος οὗτος καὶ γενναῖος μάρτυς Ἰγνάτιος διεδέ ξατο. ∆ιάφορα τὰ πρόσωπα, ἀλλὰ μία ἡ τράπεζα· ἐνηλλαγμένα τὰ παλαίσματα, ἀλλ' εἷς ὁ στέφανος· ποικίλα τὰ ἀγωνίσματα, ἀλλὰ τὸ αὐτὸ βραβεῖον. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἀγώνων, ἐπειδὴ σωμάτων εἰσὶν οἱ πόνοι, εἰκότως ἄνδρες ἐγκρίνονται μόνοι· ἐνταῦθα δὲ, ἐπειδὴ τῆς ψυχῆς ὁ ἀγὼν ἅπας ἐστὶν, ἑκατέρᾳ τῇ φύσει τὸ στάδιον ἀνέῳγεν, ἑκατέρῳ τῷ γένει τὸ θέατρον κάθη ται. Καὶ οὔτε ἄνδρες ἀπεδύσαντο μόνον, ἵνα μὴ πρὸς τὴν τῆς φύσεως ἀσθένειαν αἱ γυναῖκες καταφεύγουσαι δόξωσιν ἔχειν εὐπρόσωπον ἀπολογίαν· οὔτε γυναῖκες ἠνδρίσαντο μόναι, ἵνα μὴ τὸ τῶν ἀνδρῶν καταισχύνηται γένος· ἀλλὰ καὶ ἐντεῦθεν κἀκεῖθεν πολλοὶ οἱ ἀνακηρυτ τόμενοι καὶ στεφανούμενοι, ἵνα μάθῃς διὰ τῶν ἔργων αὐτῶν ὅτι ἐν Χριστῷ Ἰησοῦ οὐκ ἄρσεν, οὐ θῆλυ, ὅτι οὔτε φύσις, οὔτε σώματος ἀσθένεια, οὔτε ἡλικία, οὔτε ἄλλο οὐδὲν τῶν τοιούτων ἐμποδίσαι δύναιτ' ἂν τοῖς τὸν τῆς εὐσεβείας τρέχουσι δρόμον, ἐὰν προ θυμία γενναία, καὶ φρόνημα διεγηγερμένον, καὶ φόβος Θεοῦ θερμὸς καὶ διάπυρος ἐῤῥιζωμένος ἡμῶν ἐν ταῖς ψυχαῖς ᾖ. ∆ιὰ τοῦτο καὶ κόραι, καὶ γυναῖκες, καὶ ἄν δρες, καὶ νέοι, καὶ γέροντες, καὶ δοῦλοι, καὶ ἐλεύθεροι, καὶ πᾶσα ἀξία, καὶ ἡλικία ἅπασα, καὶ φύσις ἑκατέρα πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο τούτους, καὶ οὐδαμόθεν οὐ δὲν παρεβλάβησαν, ἐπεὶ προαίρεσιν γενναίαν εἰσήνεγκαν εἰς τὰ παλαίσματα ταῦτα. Ὁ μὲν οὖν καιρὸς ἡμᾶς ἤδη πρὸς τὴν διήγησιν τῶν τοῦ μακαρίου τούτου κατορθω μάτων καλεῖ· ὁ λογισμὸς δὲ ταράττεται καὶ θορυβεῖται, οὐκ ἔχων τί πρῶτον, τί δεύτερον εἰπεῖν, τί τρίτον· τοσοῦτον περιῤῥεῖ πάντοθεν ἡμᾶς ἐγκωμίων πλῆθος. Καὶ ταὐτὸν πάσχομεν, οἷον ἂν εἴ τις εἰς λειμῶνα εἰσελθὼν, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν ἰδὼν, πολὺ δὲ τὸ ἴον, καὶ τὸ κρίνον τοσοῦτον, καὶ ἕτερα δὲ ἠρινὰ ἄνθη ποικίλα τε καὶ διάφορα, ἀπορήσειε, τί πρῶτον ἴδῃ, τί δεύτερον, ἑκάστου τῶν ὁρωμένων πρὸς ἑαυτὸ καλοῦντος τὰς ὄψεις.
Καὶ γὰρ καὶ ἡμεῖς εἰς τὸν πνευματικὸν τοῦ τον λειμῶνα τῶν Ἰγνατίου κατορθωμάτων εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ' αὐτὸν τοῦ Πνεύματος τὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώμενοι θορυβούμεθα, καὶ διαποροῦμεν, οὐκ ἔχοντες ποῦ πρῶτον τὸν λογισμὸν ἀπερείσωμεν, ἑκάστου τῶν ὁρωμένων ἀπὸ τῶν πλησίον ἀνθέλκοντος, καὶ πρὸς τὴν τῆς οἰκείας εὐπρεπείας θεωρίαν ἐπισπωμένου τὴν τῆς 50.588 ψυχῆς ὄψιν. Σκοπεῖτε γάρ· προέστη τῆς παρ' ἡμῖν Ἐκκλησίας γενναίως, καὶ μετὰ τοσαύτης ἀκριβείας, μεθ' ὅσης ὁ Χριστὸς βούλεται· ἂν γὰρ μέγιστον ὄρον καὶ κανόνα τῆς ἐπισκοπῆς ἔφησεν εἶναι ἐκεῖνος,