1

 2

 3

1

In sanctum Stephanum i

Εἰς τὸν ἅγιον Στέφανον αʹ.

63.929 Σεμνύνει μὲν τοὺς εὐδοκίμους ἀθλητὰς τῶν διηνυσμένων αὐτοῖς ἀγώνων ἡ

μνήμη· κοσμείτω δέ γε αὐτοὺς καὶ ὁ ἡμέτερος λόγος, καθ' ὅσον οἷόν τε, διὰ τῆς εἰς αὐτοὺς 63.930 εὐφημίας ἀνακηρύττων τὰ ἐκείνων κατορθώματα· ἀρκοῦσα γὰρ παίδευσις τῶν ἡμετέρων τρόπων τῆς ἐκείνων ἀρετῆς ἡ ὑπόμνησις. Ἀρχὴν τοίνυν ποιήσωμεν εἰς τοὺς 63.931 ∆εσποτικοὺς ἀθλητὰς ἐγκωμίων τὸν πρῶτον ἀνοίξαντα τὸ τῆς εὐσεβείας στάδιον, καὶ πρῶτον καταρξάμενον τῶν ἀθλητικῶν γυμνασίων. Ἤλειψεν αὐτὸν ἡ χάρις τοῦ Πνεύματος, ἐπαιδοτρίβησε δὲ πρὸς τὰ παλαίσματα ὁ ἀγωνοθέτης ὁ οὐράνιος, οὐ σώματι πυκτεύοντα, οὐδὲ τὰς χεῖρας εἰς ἅμιλλαν προβαλλόμενον, ἀλλὰ τὴν γλῶτταν ἀκονῶν κατὰ τῶν ταῖς χερσὶ πολεμούντων. Ἴδωμεν τοίνυν τὸν ἀθλητὴν, ὅπως ἐν ἅπασι μιμητὴς ἀνεφάνη τοῦ ∆εσπότου· τοὺς γὰρ αὐτοὺς εἶχεν ἀνταγωνιστὰς καὶ κατ' ἐκείνου θρασυνομένους· ἀλλ' ὅμως οὐκ ἐνέπλησεν αὐτοῖς τὴν ὠμότητα τὸ σωτήριον πάθος, ἀλλ' ἔτι διψῶσιν αἵματος οἱ πρώην ∆εσποτικὸν αἷμα ἐκχέαντες, καὶ φρονοῦσιν ὁμοίως κατὰ τῶν δούλων οἱ τὸν ∆εσποτικὸν ἐργασάμενοι φόνον.

Προβαλλώμεθα τοίνυν τῷ λόγῳ τὸν δόκιμον ἀθλητήν. Καὶ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν ἡνίκα ἂν οἱ στεφανῖται κρίνωνται, εἰώθασι τοὺς ἐξειλεγμένους καὶ προκρίτους εἰσάγειν εἰς τὰ παλαίσματα, ἵνα τὸν κατὰ τὴν ῥώμην ἐφάμιλλον ὁ εὐδόκιμος ἀναῤῥηθῇ στεφανίτης. Ἐνταῦθα δὲ λέγε, Ὁ πρῶτος προμαχὼν, τῆς εὐσεβείας ὁ πύργος ὁ ἀκαταγώνιστος (ταῦτα γὰρ προσειπὼν πάντα τις αὐτὸν οὐκ ἂν ἁμάρτοι) παιδευτὴς ἐγένετο τῶν μετ' αὐτὸν ἀγωνισαμένων διὰ τῶν οἰκείων πόνων, καὶ πρῶτος ἁρπάσας τοὺς στεφάνους, εὐχειρώτους ἔδειξε καὶ τοῖς ἑξῆς τοὺς πολεμοῦντας, τοῦ σώματος μόνον καταστοχαζομένους, τὴν δὲ ψυχὴν ἄτρωτον καταλιμπάνοντας· Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ἐκείνης τοίνυν τῆς θείας φωνῆς μεμνημένος τῆς ἀλειφούσης αὐτὸν εἰς τὰ παλαίσματα, οὕτως ἀπεδύσατο πρὸς τοὺς ἀγῶνας ὁ ἀθλητὴς, καὶ τῇ γλώσσῃ τιτρώσκων τοὺς τὸ σῶμα τοῖς λίθοις κατατοξεύοντας, ἐδείκνυτο τοῖς λόγοις τῶν ἐκείνων βελῶν δυνατώτερος· καὶ τῷ μὲν σώματι ἐδέχετο τὰ διὰ τῶν λίθων τραύματα, τοῖς δέ γε ῥήμασι πικρότερον ἐτίτρωσκε τοὺς βάλλοντας, καὶ ἀνερέθιζε πρὸς τὸν κατ' αὐτοῦ πόλεμον, ἵνα συντομωτέραν αὐτῷ τὴν ὁδοιπορίαν κατασκευάσωσι τὴν εἰς οὐρανοὺς ἀναπέμπουσαν. Καί μοι λογίζου τῶν βελῶν τὸ διάφορον· οἱ μὲν γὰρ λίθοις τὸ σῶμα κατεχώννυον, ὁ δὲ τοῖς παρὰ τοῦ Πνεύματος ἑαυτῷ χορηγουμένοις ῥήμασι τῆς ἐκείνων καρδίας κατεστοχάζετο· Οὐδεὶς γὰρ, φησὶν, ἠδύνατο ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Ὢ γλώττης σάλπιγγος μεγαλοφωνοτέρας! ὢ ψυχῆς ἀκαταπλήκτου, παντὸς ἀδάμαντος στεῤῥοτέρας! δῆμον ἑώρα Ἰουδαϊκὸν καὶ ἐπισυνιστάμενον τῷ ἀθλητῇ, καὶ ὥσπερ τινὸς σκιᾶς θεώμενος, οὕτω κατεφρόνει τῶν παρόντων, καὶ τὰς τῶν λίθων νιφάδας δεχόμενος, κατὰ τοῦ σώματος ἠγάλλετο, ὥσπερ τινὸς αὐτῷ πύργου διὰ τῶν λίθων οἰκοδομουμένου, ὥστε δι' αὐτοῦ φθάσαι τὸν οὐρανόν.

Τί τοίνυν τῆς πέτρας ἐκείνης τῆς λογικῆς γένοιτ' ἂν δυνατώτερον; τί δ' ἂν ὀφθείη τοῦ στύλου τῆς Ἐκκλησίας στεῤῥότερον; τὸν ἀκλινῆ διέσωσεν ἡ πίστις· καθάπερ τισὶν ἀσφαλεστάτοις ἐρείσμασιν ἐπερειδόμενος, οὕτω μεμένηκεν ἄτρωτος, τοῖς μὲν τραύμασι τὸ σῶμα ποικιλλόμενος, τῇ δὲ καρτερίᾳ τὴν ψυχὴν καλλωπιζόμενος, καὶ τῷ οἰκείῳ κάλλει πρὸς αὐτὸν τὸν οὐρανὸν ἁμιλλώμενος.