1

 2

1

In transfigurationem

Εἰς τὴν μεταμόρφωσιν.

61.721 Ἥλιος ἀνίσχων τὰς οἰκείας ἀκτῖνας εἰς πάντα κόσμον ἐκτείνει· καὶ τοῦ

∆εσπότου Χριστοῦ ἡ κατὰ σάρκα γενέθλιος ἀνατολὴ τοὺς αὐτῆς μαθητὰς, ὥσπερ τινὰς ἀκτῖνας, εἰς τὴν οἰκουμένην ἅπασαν ἐξέπεμψε. ∆ιὰ τοῦτο καὶ σήμερον φωστήρων δίκην τὸ ἱερὸν τοῦτο λαμπρύνουσι σύστημα Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ τῶν ἀπίστων σαγηνευταὶ, καὶ τῶν πεπλανημένων πρῴην εἰς θεογνωσίαν ἁλιεῖς, οἱ ἀντὶ μὲν καλάμου τῷ σταυρῷ χρώμενοι, ἀντὶ δὲ ἱμονιᾶς τῇ τριπλόκῳ ὁμολογίᾳ τοὺς λογικοὺς ἀνασπῶντες ἰχθύας ἐκ τοῦ βυθοῦ τῆς κακίας· οἱ τῶν ἀνεκλαλήτων μυστηρίων τῷ διδασκάλῳ κοινωνοῦντες, καὶ τῶν ἀῤῥήτων καὶ ἀθεάτων πραγμάτων αὐτόπται καὶ αὐτήκοοι γενόμενοι. Πέτρος ὁ διὰ τὴν πίστιν πέτρα κληθεὶς, καὶ ἐφ' ἑαυτῷ τῆς Ἐκκλησίας ἀνέχων τὴν οἰκοδομήν. Σὺ γὰρ εἶ, φησὶ, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἀλλὰ ἴδωμεν, εἰ δοκεῖ, διὰ τίνα καὶ ποίαν αἰτίαν τούτου τετύχηκε τοῦ ἐπάθλου ὁ κορυφαῖος. Ἠρώτα ποτὲ τοὺς μαθητὰς ὁ Σωτὴρ τίνα ἄρα περὶ αὐτοῦ ἔχοιεν δόξαν. Τῶν οὖν ἄλλων τέως σιγώντων, προπηδήσας ὁ γενναῖος οὗτος, φησὶν, οὐκ εἶπε· Σὺ ἐγένου, σὺ ἐκτίσθης· ἀλλὰ, Σὺ εἶ, κατὰ τὸν προφήτην τὸν λέγοντα, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· καὶ διὰ ταύτην τὴν ὁμολογίαν λαμβάνει τῶν οὐρανῶν τὰς κλεῖς. Ὅσα γὰρ, φησὶν, ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.

Ὢ παραδόξου καὶ φύσιν ὑπερβαίνοντος ἀξιώματος! Ἐπὶ γῆς βαδίζων νόμους ταῖς οὐρανίοις ἐξέπεμπε δυνάμεσι, καὶ τούτους ἐκεῖναι ἐφύλαττον. Καὶ κάτω μὲν ἐκεῖνος τὰ δοκοῦντα ὑπηγόρευεν, ἄνωθεν δὲ Θεὸς τὴν ψῆφον τῶν λεγομένων ἐβεβαίου. Ἐμακαρίζετό ποτε Ἰωσὴφ ἐκεῖνος, τὰ σιτοδοχεῖα πιστευθεὶς τοῦ Φαραώ. Πῶς οὐ ζηλωτὸς καὶ τρισμακάριος ὁ Πέτρος, τοὺς θησαυροὺς πιστευόμενος αὐτῶν τῶν οὐρανῶν; Ἀλλ' οὐχ ὅτι τοῦ δεσμεύειν ἔλαβε τὴν ἐξουσίαν τοσοῦτον μακαρίζω, οὐδ' ὅτι καὶ σκιαὶ τῶν ἱματίων αὐτοῦ προκύπτουσαι νόσους ἤλαυνον, οὐδ' ὅτι τὴν Ταβιθὰ ἐκ νεκρῶν ἀνέστησεν ἐκπλήττομαι· ταῦτα γὰρ τοῦ ἐνεργοῦντος Πνεύματός ἐστιν ἐκ τοῦ πλείστου τὰ χαρίσματα· ἐγὼ δὲ Πέτρον μακαρίζω ἐκεῖνον τῆς ἀληθοῦς ἕνεκεν ὁμολογίας τῆς ἀπὸ πάντων τέως πρῶτον ἐπιβεβηκότα· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ τὸ φαινόμενον ὁμολογεῖ, Σὺ εἰ ὁ Χριστός· τοῦτο τῆς μετὰ Πατρὸς συνυπάρξεως τὸ μήνυμα. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ τρισμακαρίου Ἰωάννου τὰ ἰδιάζοντα πλεονεκτήματα· οὐκ ἀφ' ὧν τῆς ἐνθέου πενίας ἐκοινώνει τῷ Πέτρῳ· συνῆν γὰρ τῷ λέγοντι, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, καὶ τῇ σιωπῇ τὴν συγκατάθεσιν ἐμήνυσεν· ἀλλ' ὅτι εἰς τὰ στέρνα τὰ δεσποτικὰ πεσὼν, ἐκεῖθεν ἐχάλκευσε τὴν ἱερὰν ἐκείνην καὶ μεγαλόφωνον σάλπιγγα, δι' ἧς, ἃ μὴ εἶπεν οὐρανὸς, μὴ ἐνενόησαν ἄγγελοι, μὴ τῶν λοιπῶν εὐαγγελιστῶν τις κατέλαβε, μόνος τολμηρᾷ καὶ πιστῇ ἐφανέρωσε γλώσσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τίνος οὖν ἕνεκα, καὶ διὰ ποίαν 61.722 αἰτίαν, πρότερος ὢν τῶν λοιπῶν εὐαγγελιστῶν, ἔσχατος ἔγραψε τὸ εὐαγγέλιον; Ἀναγκαῖον καὶ τοῦτο ζητῆσαι. Ματθαῖος τῇ τῶν Ἑβραίων γλώσσῃ τὰ εὐαγγελικὰ συνέταξε θαύματα· Μάρκος, τοῦ Πέτρου μαθητὴς γενόμενος, τὰ διὰ τοῦ ∆εσπότου Χριστοῦ συμβεβηκότα γεγράφηκε, λέγω δὴ τὴν ἄμικτον γέννησιν, τὴν ἄμεμπτον ἀναστροφὴν, τὰ παράδοξα σημεῖα, τὸν Ἰουδαϊκὸν φθόνον, τὸ σωτήριον πάθος, τὸν ζωοποιὸν ἡμῖν θάνατον, τὴν