1

 2

2

ἐπ' ἀφθαρσίᾳ ἀνάστασιν, τὴν πρὸς τὸν πατρικὸν κόλπον ἀνάληψιν. Ὁμοίως δὲ καὶ Λουκᾶς, Παύλου τυγχάνων μαθητὴς, τὴν αὐτὴν τοῖς πρὸ αὐτοῦ ἔτριψεν ὁδόν. Ἰωάννης τοίνυν μόνος, ὡς ἁλιεύς τις ἐξ ἀπόπτου καθήμενος, καὶ ἑτέρων ἁλιευόντων θεατὴς γενόμενος, ὡς εἶδεν αὐτῷ τῆς γνώσεως τὸ κεφάλαιον παραλειφθὲν, μεταχειρίζεται τὸν ἁλιευτικὸν τοῦ Εὐαγγελίου κάλαμον, καὶ ἐξ αὐτοῦ τὸν ζητούμενον ἰχθὺν θηρεύει, καὶ τοῦτον ἀπράτως τοῖς πιστοῖς πιπράσκει βοῶν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐκ ἀφ' οὗ Μαρία, φησὶν, ἡ νομισθεῖσα μήτηρ, ἀρχὴν ἔλαβεν ὁ Χριστός· οὐκ ἀφ' οὗ Ἰωσὴφ πατὴρ αὐτοῦ ἐχρημάτισε, τὴν ὕπαρξιν ἔχει· οὐδ' ἀφ' οὗ Μωϋσῆς, οὐδ' ἀφ' οὗ Ἀβραὰμ, ὁ πρὸ νόμου πάντων πατήρ· ἀλλ' Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀρχῆς δὲ οὐδὲν ἀρχαιότερον, ἀρχῆς οὐδὲν πρεσβύτερον· πᾶν ποίημα ἄρχεται, καί ἐστιν ὑπὸ ἀρχήν· πάντων δὲ ἀρχὴ Υἱὸς, καὶ πάντων ἐστὶν ὡς ποιητὴς ἀρχή. Πᾶν τῇ ἀρχῇ παραλαμβανόμενον, νεώτερον· μόνη δὲ τὰ πρεσβεῖα τῆς ἀϊδιότητος κατέχει ἡ ἀρχή. Ἀλλ' ἴδωμεν δίκαιον Ἰάκωβον· εἰ γὰρ καὶ τὴν τοῦ δικαίου ἐπίκλησιν ἐξαίρετον ὁ ἄλλος Ἰάκωβος ἔλαχεν, ὁ χρηματίζων ∆ίκαιος, ἀλλ' οὐ φθονήσει τοῦ τοιούτου γέρως τῷ συναποστόλῳ. Πολλοῖς τοίνυν καὶ ὁ υἱὸς Ζεβεδαίου πλουτεῖ τοῖς τοῦ Εὐαγγελίου κατορθώμασιν· ἀρκεῖ δὲ πρὸς τὸ παρὸν εἰς ἐγκωμίου λόγον, τὸ ὑπὲρ τοῦ δεσποτικοῦ φίλτρου ἡδέως τὴν κεφαλὴν ἀποτμηθῆναι.

Τοῦτον γὰρ Ἡρώδης, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ, ἀναιρεῖ. Οὗτοι τῆς εὐσεβείας οἱ ἀθληταὶ, οὗτοι τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ διάκονοι. Ἀλλ' ἕνα μὲν ἐξ Ὀλυμπιακῶν ἐπανελθόντα στεφανίτην δῆμοι καὶ πόλεις ἰδεῖν συντρέχουσι, καὶ ταῦτα φύλλοις δάφνης ἐστεφανωμένον· ἡμεῖς δὲ οὐχ ἕνα, ἀλλὰ τρεῖς ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀθλήσαντας καὶ στεφανωθέντας, πρὸς ἡμᾶς παραγενομένη ἐλεάσονι συνδρομὴ τεθεάμεθα. Καίτοι τῶν ἀμετρίων κατατολμᾷ πᾶσα γλῶσσα, ἑνὸς τούτων τοὺς ἐπαίνους διεξιέναι πειρωμένη, καὶ ἰλιγγιᾷ ἡ διάνοια, θάλασσαν ἀρετῶν κοτύλῃ ἐκμετρεῖν βιαζομένη· ἀλλ' ὅμως ἐπεχειρήσαμεν, τῆς εὐγνωμοσύνης ἐπιδεικνύμενοι τοῖς πατράσι τὸν καρπόν. Πρὸ δύο ἡμερῶν γενεθλιακὴ τοῦ παμβασιλέως Χριστοῦ πανήγυρις διηνύσθη· εἰκότως τοιγαροῦν οἱ λαμπροὶ ἀγῶνες οὗτοι εἰς τιμὴν τῆς ∆εσποτικῆς γεννήσεως ὑπὸ τῶν πεντάθλων ἀγωνιστῶν ἐξετελέσθησαν. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν συμβαίνειν εἴωθε· τὰς γὰρ βασιλικὰς γεννήσεις ἐν ταῖς πόλεσιν οἱ ἄρχοντες τιμῶσιν· ἀλλ' ἐκεῖ μὲν ὁ νενικηκὼς, σκιᾶς καὶ προσκαίρου χαρᾶς ἐτρύγησεν ἡδονήν· ἐνταῦθα δὲ ἀθάνατα τοῖς στεφανίταις τὰ βραβεῖα, αἰωνίζοντες οἱ στέφανοι, ἡ μετ' ἀγγέλων χαρὰ, ἡ μετὰ τῶν ἁγίων ἐν τῇ ἀναστάσει λαμπρότης.

Ταῦτα 61.723 τούτοις ἀπόκειται τοῖς ἀγωνίσμασι τὰ προνόμια· ὧν ταῖς πρεσβείαις καὶ ἡμεῖς διαφυλαχθείημεν, καὶ ὁ 61.724 καλὸς οὗτος ποιμὴν εἰς πολλὰς δεκάδας ἡμῖν ἐνιαυτῶν χαρισθείη ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.