1

 2

 3

 4

 5

 6

 7

1

Non esse ad gratiam concionandum

Ὅτι ἐπικίνδυνον καὶ τοῖς λέγουσι, καὶ τοῖς ἀκούουσι τὸ πρὸς χάριν δημηγορεῖν, καὶ ὅτι χρήσιμον καὶ δικαιοσύνη μεγίστη τὸ κατηγορεῖν

τῶν οἰκείων ἁμαρτημάτων.

50.653 αʹ. Ἱκανῶς ὑμῶν, οἶμαι, καθηψάμεθα πρώην, καὶ βαθυτέραν ἐδώκαμεν τὴν πληγήν· οὐκοῦν ἀνάγκη θεραπεῦσαι τήμερον, καὶ προσηνέστερα ἐπιθεῖναι τὰ φάρμακα. Οὗτος γὰρ ἄριστος ἰατρείας τρόπος, μὴ μόνον τέμνειν, ἀλλὰ καὶ ἐπιδεσμεῖν τὰ ἕλκη· οὗτος θαυμαστὸς διδασκαλίας νόμος, μὴ μόνον ἐπιτιμᾷν, ἀλλὰ καὶ παρακαλεῖν καὶ παραμυθεῖσθαι. Οὕτω καὶ Παῦλος ἐκέλευσεν· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Ἐάν τε παρακαλῇ τις διόλου, ῥᾳθυμοτέρους ποιεῖ τοὺς ἀκροατάς· ἐάν τε ἐπιτιμᾷ μόνον, τραχυτέρους ἐργάζεται· οὐ γὰρ δυνάμενοι τὸ φορτίον τῶν διηνεκῶν ἐλέγχων ἐνεγκεῖν, ἀποπηδῶσιν εὐθέως. ∆ιὸ χρὴ ποικίλον τινὰ εἶναι τὸν τῆς διδασκαλίας τρόπον. Ἐπεὶ οὖν τῇ προτέρᾳ σφοδρότερον τὴν ἑκάστου διάνοιαν ἔδακεν ὁ λόγος, προσηνεστέρας ἡμῖν δεῖ τῆς διδασκαλίας τήμερον, καὶ ταῖς ἐκ τῶν ἐλέγχων γενομέναις ὀδύναις, ὥσπερ ἔλαιον, ἀναγκαῖον ἐπιστάξαι τοῦ λόγου τὸ προσηνὲς, πρότερον αὐτῶν ὑμᾶς ἀναμνήσαντες τῶν ἐλέγχων. Ἀνέγνωμεν ὑμῖν πρώην τὸν Παύλου νόμον περὶ τῆς τῶν μυστηρίων κοινωνίας κείμενον τοῖς μεμυημένοις ἅπασιν. Ὁ δὲ νόμος ἦν οὗτος· οὐδὲν γὰρ κωλύει καὶ νῦν αὐτὸν ἀναγνῶναι πάλιν· ∆οκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα, καὶ τίς μὲν ὁ ἄρτος, τί δὲ τὸ ποτήριον. Ὁ γὰρ ἐσθίων καὶ πίνων, φησὶν, ἀναξίως τοῦ Κυρίου, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Τοῦτον ὑμῖν τὸν νόμον ἀνέγνωμεν· ἐξηγησάμεθα δὲ καὶ τὴν διάνοιαν τοῦ ῥητοῦ. Εἴπομεν τί ἐστιν, Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου, ὅτι τὴν αὐτὴν δώσει δίκην, ὅσην ὑποστήσονται τιμωρίαν οἱ σταυρώσαντες τὸν Χριστόν. Καθάπερ γὰρ ἐκεῖνοι, φησὶν, οἱ σφαγεῖς ἔνοχοι ἐγένοντο τοῦ αἵματος, οὕτω καὶ οὗτοι οἱ ἀναξίως κοινωνοῦντες τῶν μυστηρίων· τοῦτο γάρ ἐστιν, Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ἐδόκει πολλὴν ὑπερβολὴν ἔχειν τὸ εἰρημένον καὶ ἀφόρητος εἶναι ἡ ἀπειλή· προσεθήκαμεν καὶ λογισμὸν ἐκ παραδείγματος ἀκολουθίαν ἔχοντα πολλήν. Ὥσπερ γὰρ, ἔφην, ἄν τε διαῤῥήξῃ τις τὴν πορφυρίδα τὴν βασιλικὴν, ἄν τε 50.654 μολύνῃ βορβόρῳ, παραπλησίως εἰς τὸν ἐνδύντα αὐτὴν ὕβρισε βασιλέα· οὕτω δὴ καὶ ἐνταῦθα οἵ τε ἀνελόντες τὸ σῶμα τὸ δεσποτικὸν, οἵ τε ἀκαθάρτῳ δεχόμενοι τῇ διανοίᾳ, ὁμοίως ἐμπαροινοῦσι τῷ ἐνδύματι τῷ βασιλικῷ. ∆ιέῤῥηξαν μὲν οὖν αὐτὸ Ἰουδαῖοι τῷ σταυρῷ, μολύνει δὲ καὶ ὁ ἀκαθάρτῳ δεχόμενος αὐτὸ ψυχῇ· ὥστε εἰ καὶ διάφορα τὰ τῆς παρανομίας, ἀλλὰ τὰ τῆς ὕβρεως ἴσα. Τοῦτο πολλῶν καθήψατο, τοῦτο πολλοὺς ἐθορύβησεν· ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων, μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος πρὸ ὑμῶν· κοινὴ γὰρ ἡ διδασκαλία, κοινὰ τὰ τραύματα· διὸ καὶ κοινὰ τὰ φάρμακα ἐπιτίθημι. Τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο ἔργον, ὥστε καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας τοῖς αὐτοῖς ὑποκεῖσθαι νόμοις, τῆς αὐτῆς κοινωνεῖν φύσεως, ὁμοίως ἕκαστον ὑπεύθυνον εἶναι παραβαίνοντα. ∆ιὰ τί; Ἵνα μετὰ συμμετρίας ποιῆται τὴν ἐπιτίμησιν, ἵνα συγγνωμονικὸς γένηται τοῖς ἁμαρτάνουσιν, ἵνα ἀναμιμνησκόμενος τῆς οἰκείας ἀσθενείας μὴ ἀφόρητον ποιῆται τὸν ἔλεγχον. ∆ιὰ τοῦτο οὐκ ἀγγέλους ἐκ τῶν οὐρανῶν καταγαγὼν ὁ Θεὸς τῇ τῶν ἀνθρώπων φύσει διδασκάλους ἐπέστησεν, ἵνα μὴ διὰ τὸ τῆς φύσεως ὑπερέχον, καὶ τῆς ἀνθρωπίνης ἀσθενείας τὴν ἄγνοιαν,