1
Precatio
64.1061 Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Τοῦ Κυρίου δεηθῶμεν. Ὁ πᾶσιν ἀκαθάρτοις πνεύμασιν ἐπιτιμήσας, καὶ
δυνάμει ῥήματος ἐκδιώξας τὴν λεγεῶνα, ἐπιφανήθητι καὶ νῦν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, ἐπὶ τὸ πλάσμα ὃ καὶ εἰκόνα σου, ἐποίησας, καὶ ἐξελοῦ αὐτὸ καταδυναστευόμενον ὑπὸ τοῦ ἀντικειμένου· ἵνα ἐλεηθὲν καὶ καθαρισθὲν ἐνταγῇ τῇ ἁγίᾳ σου ποίμνῃ, καὶ φυλαχθῇ ναὸς ἔμψυχος τοῦ ἁγίου Πνεύματος καὶ τῶν θείων καὶ ἀχράντων ἁγιασμάτων, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παν 64.1064 αγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Τοῦ Κυρίου δεηθῶμεν. Ἐπικαλούμεθά σε, ∆έσποτα Θεὲ παντοκράτορ, ὕψιστε,
ἀπείρατε, εἰρηνικὲ βασιλεῦ, ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐκ σοῦ γὰρ ἀνεφύη, καὶ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, δοὺς τοῖς ἀνθρώποις ὑπακούειν τετράποδα καὶ ἄλογα ζῶα· ὅτι σὺ ὑπέταξας αὐτὰ, Κύριε. Ἔκτεινον τὴν χεῖρά σου τὴν κραταιὰν, καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ τὸν ἅγιον, καὶ ἐπισκοπῶν ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο. Κατάπεμψον αὐτῷ ἄγγελον εἰρηνικὸν, ἄγγελον κραταιὸν, ψυχῆς καὶ σώματος φύλακα, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπ' αὐτοῦ πᾶν πονηρὸν καὶ ἀκάθαρτον δαιμόνιον. Ὅτι σὺ Κύριος μόνος ὕψιστος, παντοκράτωρ, εὐλογητὸς, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Τοῦ Κυρίου δεηθῶμεν. Τὴν θείαν τε καὶ τὴν ἁγίαν καὶ μεγάλην, καὶ φρικτὴν,
καὶ ἄστεκτον ὀνομασίαν καὶ ἐπίκλησιν ποιοῦμεν πρὸς τὴν σὴν ἐξέλασιν, ἀποστάτα, ὡσαύτως καὶ ἐπιτίμησιν εἰς τὴν σὴν ἐξολόθρευσιν, διάβολε. Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἄναρχος, ὁ φοβερὸς, ὁ ἀόρατος τῇ οὐσίᾳ, ὁ ἀνείκαστος τῇ δυνάμει, καὶ ἀκατάληπτος τῇ θεότητι, ὁ βασιλεὺς τῆς δόξης, καὶ παντοκράτωρ ∆εσπότης, ἐπιτιμήσει σου, διάβολε, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα εὐπραγῶς λόγῳ συστησάμενος, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ἐπιτιμᾷ σοι, διάβολε, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς, Κύριος τῶν δυνάμεων ὄνομα αὐτοῦ. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ ὑπὸ τῶν ἀναριθμήτων οὐρανίων ταγμάτων πυρίνων φόβῳ λειτουργούμενος καὶ ὑμνούμενος, καὶ ἀπὸ πλήθους χορῶν ἀγγελικῶν καὶ ἀρχαγγελικῶν τρόμῳ προσκυνούμενος, καὶ δοξαζόμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τιμώμενος ὑπὸ τῶν κύκλωθεν παρεστωσῶν δυνάμεων, καὶ φρικωδεστάτων ἑξαπτερύγων καὶ πολυομμάτων Χερουβὶμ καὶ Σεραφὶμ, τῶν τὰ πρόσωπα ἑαυτῶν ταῖς δυσὶ πτέρυξι σκεπόντων διὰ τὴν ἀθεώρητον αὐτοῦ καὶ ἀνεξιχνίαστον Θεότητα, καὶ ταῖς δυσὶ πτέρυξι τοὺς ἑαυτῶν πόδας καλυπτόντων, εἰς τὸ μὴ κατακαυθῆναι ἐκ τῆς ἀῤῥήτου δόξης καὶ ἀκατανοήτου μεγαλειότητος αὐτοῦ καὶ ταῖς δυσὶ πτέρυξι πετομένων καὶ τὸν οὐρανὸν πληρούντων ἐκ τῆς βοῆς αὐτῶν, τὸ, Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.