1

 2

 3

2

Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ καταβὰς ἐξ οὐρανοῦ Θεὸς Λόγος, καὶ διὰ τῆς ἐκ Παρθένου ἁγίας προσκυνητῆς, ἀφράστου καὶ ἀχράντου σαρκώσεως ἀνεκλαλήτως φανεὶς ἐν τῷ 64.1065 κόσμῳ τοῦ σῶσαι αὐτὸν, καὶ τῇ αὐθεντικῇ αὑτοῦ δυνάμει ῥίψας σε οὐρανόθεν, καὶ ἀπόλυτον παντὶ δείξας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ εἰπὼν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο· καὶ τῷ κελεύσματι εὐθέως ἐκόπασεν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τῷ ἀχράντῳ πτυέλῳ πηλὸν ποιήσας, καὶ τὸ ἐλλεῖπον μέλος τῷ ἐκ γενετῆς τυφλῷ διαπλάσας, καὶ τὸ φῶς χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου λόγῳ ζωοποιήσας, καὶ τῆς χήρας τὸν υἱὸν ἐκ στόματος τοῦ θανάτου ἀφαρπάσας καὶ τῇ ἰδίᾳ μητρὶ ὁλόκληρον, καὶ ὑγιῆ αὐτὸν χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν τετραήμερον ἄσηπτον ὡς μὴ θανόντα, καὶ ἄσπιλον, εἰς ἔκπληξιν τῶν πολλῶν παραστήσας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ῥαπίσματος τὴν κατάραν καταργήσας, καὶ διὰ τῆς λόγχης τῆς ἀχράντου πλευρᾶς αὐτοῦ τὴν τὸν παράδεισον φυλάττουσαν φλογίνην ῥομφαίαν ἀναστείλας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ἐμπτύσματος τοῦ τιμίου αὐτοῦ χαρακτῆρος πᾶν δάκρυον ἐκ παντὸς προσώπου ἐκμάξας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ πήξας τὸν σταυρὸν εἰς στήριγμα ἓν καὶ σωτηρίαν κόσμου, εἰς πτῶσιν δὲ σὴν καὶ πάντων τῶν ὑπὸ σὲ ἀγγέλων. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ δοὺς φωνὴν ἐν τῷ σταυρῷ αὐτοῦ, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ αἱ πέτραι διεῤῥάγησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ οἱ ἀπ' αἰῶνος θανόντες ἀνέστησαν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ θανάτῳ θάνατον θανατώσας, καὶ ζωὴν τῇ ἐγέρσει αὐτοῦ τοῖς ἀνθρώποις χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ καταβὰς εἰς τὸν ᾅδην, καὶ τὰ μνημεῖα αὐτοῦ ἐκτινάξας, καὶ πάντας τοὺς ἐν αὐτῷ κατεχομένους δεσμίους ἐλευθερώσας, καὶ πρὸς ἑαυτὸν ἀνακαλεσάμενος· ὃν οἱ πυλωροὶ ἰδόντες, ἔφριξαν, καὶ ἀγωνίᾳ τοῦ ᾅδου κρυβέντες ἐξέλιπον. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ ἐκ νεκρῶν ἀναστὰς Χριστὸς ὁ Θεὸς ἡμῶν καὶ πᾶσι τὴν ἀνάστασιν αὐτοῦ χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ εἰς οὐρανοὺς ἐν δόξῃ ἀναληφθεὶς πρὸς τὸν Πατέρα αὐτοῦ, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐπὶ θρόνου δόξης καθήμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ πάλιν ἐρχόμενος μετὰ δόξης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ τὸ πῦρ τὸ ἄσβεστον, καὶ σκώληκα τὸν ἀκοίμητον, καὶ σκότος τὸ ἐξώτερον ἑτοιμάσας σοι εἰς αἰώνιον κόλασιν. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι ἄστεκτος ἡ ὀργὴ τῆς ἐπὶ σὲ ἀπειλῆς αὐτοῦ.

Αὐτὸς ἐπιτιμᾷ σοι Κύριος, διάβολε, διὰ τοῦ φοβεροῦ αὐτοῦ ὀνόματος· φρίξον, τρόμαξον, φοβήθητι, ἀναχώρησον, ἐξολοθρεύθητι, φυγαδεύθητι ὁ πεσὼν οὐρανόθεν, καὶ σὺν σοὶ πάντα τὰ πονηρὰ πνεύματα, πᾶν πνεῦμα πονηρὸν, πνεῦμα ἀσελγείας, πνεῦμα πονηρίας, πνεῦμα νυκτερινὸν καὶ ἡμερινὸν, μεσημβρινόν τε καὶ ἑσπερινόν· πνεῦμα μεσονυκτικὸν, πνεῦμα φανταστικὸν, πνεῦμα συναντικὸν, εἴτε χερσαῖον, εἴτε ἔνυδρον, εἴτε ἐν ἄλσοις, εἴτε ἐν καλάμοις, εἴτε ἐν φάραγξιν, εἴτε ἐν 64.1068 διόδοις καὶ τριόδοις, ἐν λίμναις, καὶ ἐν ποταμοῖς, ἐν οἴκοις, ἐν αὐλαῖς, καὶ ἐν βαλανείοις παρατρέχον καὶ βλάπτον, καὶ ἀλλοιοῦν τὸν νοῦν τοῦ ἀνθρώπου.

Συντόμως ἀναχωρήσατε ἀπὸ τοῦ πλάσματος τοῦ δημιουργοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ἀπαλλάχθητε ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ τοῦδε, ἀπὸ νοὸς, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τῆς καρδίας, ἀπὸ τῶν νεφρῶν, ἀπὸ τῶν αἰσθήσεων, ἀπὸ πάντων τῶν μελῶν, πρὸς τὸ εἶναι αὐτὸν ὑγιῆ καὶ ὁλόκληρον, καὶ ἐλεύθερον, ἐπιγινώσκοντα τὸν ἴδιον ∆εσπότην, καὶ δημιουργὸν τὸν ἁπάντων Θεὸν, τὸν ἐπισυνάγοντα τοὺς πεπλανημένους, καὶ διδόντα αὐτοῖς σφραγίδα σωτηρίας διὰ τῆς γεννήσεως καὶ ἀνακαινίσεως τοῦ θείου βαπτίσματος, εἰς τὸ καταξιωθῆναι αὐτὸν τῶν ἀχράντων,