Cesti (fragmenta) Πίναξ Τάδε ἔνεστιν ἐν τῷ <ζʹ> τῶν Ἀφρικανοῦ Κεστῶν· αʹ Περὶ ὁπλίσεως. -βʹ Περὶ πολεμίων φθορᾶς. -γʹ Ἀγωνιστικόν. -δʹ Πρὸς τομὴν πληγέντος. -εʹ Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν. -ʹ Ἵππου τιθασία. -ζʹ Μὴ χρεμετίσαι ἵππον. -ηʹ Πρὸς ἵππων ὑπόχυσιν. -θʹ Ἵππον μὴ πτοεῖσθαι. -ιʹ Περὶ ἵππων τάχους. -ιαʹ Ταράξιππον. -ιβʹ Πρὸς ὑποζυγίων φθοράν. -ιγʹ Πρὸς ἡμίονον λακτίζουσαν. -ιδʹ Θήρα στρατιωτική. -ιεʹ Ποταμοῦ πλάτος εὑρεῖν καὶ τείχους <ὕψος>. -ιʹ Ἤχου κλοπή. -ιζʹ Ἀγρυπνητικόν. - ιηʹ Πρὸς ἐλεφάντων μάχην. -ιθʹ Γεωργίας παράδοξα. -κʹ Ἐπισφράγισμα περὶ βέλους. <Προοίμιον> Κατὰ λόγον ἢ νόμον ἢ εἱμαρμένην ἢ τύχην αἱ τῶν πραγμάτων ἐκβάσεις, ἐπιγοναὶ καὶ φθοραί, ἀλλοιώσεις καὶ ἰάματ<α>· ὧν ἕκαστον καλὸν εἰδέναι, συναγαγόντας ἐκ πάντων ὠφέλειαν ποικίλην καρπουμένην, θεραπείαν παθῶν ἢ ἱστορίαν ἀπόρρητον ἢ λόγου κάλλος· ἅπερ ἔν τε τοῖς φθάνουσι καὶ τοῖς ἑπομένοις, ὥς γε οἶμαι, κατὰ τὸ ἐμαυτοῦ μέτριον κατώρθωται. Περὶ ὁπλίσεωσ Καλὸν δὲ ἐν πᾶσι καὶ πόλεμον εἰδέναι. Πολλάκις γὰρ καὶ ἐθαύμασα τὴν αἰτίαν τῆς διαφόρου τῶν ἐνοπλίων ἀγώνων ῥοπῆς καὶ ἐκ τούτων μὲν Ῥωμαίων Ἕλληνας, Ἑλλήνων δὲ τοὺς Πέρσας, μηδέπω δὲ ὑπὸῬωμαίων Πέρσας νενικῆσθαι, ἀλλ' εἰς ἐλευθερίαν θρασύνεσθαι καὶ τὴν ἰσοτιμίαν βιάζεσθαι πρὸς ἡμᾶς λέγειν τὰ ἄνω τῆς Ἀσίας ἔθνη. Λογισμὸν δὲ ἐμαυτῷ διδούς, εὗρον οὐ πλεονεξίαν στρατηγημάτων οὐδὲ στρατιωτικὴν τὸ σύνολον ἰσχὺν (πλήθους γὰρ ἐν πολέμῳ παρὰ τοῖς ἀγαθοῖς λόγος οὐδὲ εἷς), ἀλλὰ τὴν παρασκευὴν τῶν ὅπλων καὶ τὸ εἶδος τῆς ἐνυαλίου στολῆς. Ἕλληνες μὲν γὰρ χαίρουσι βαρείᾳ πανοπλίᾳ· πῖλος ἐκείνοις διπλοῦς, θώραξ λεπιδωτός, ἀσπὶς ἐπίχαλκος κοίλη, ὀχάνοις δύο κρατουμένη, ὧν τὸ μὲν περὶ τῷ πήχει εἰς ὠθισμὸν ἀρκοῦν, τὸ δὲ ἄκρᾳ χειρὶ κρατούμενον, κνημίδες δύο, ἀκόντιον μετὰ χεῖρας, καὶ ἀγχέμαχον δόρυ τοῖς τῶν ἱππέων τῶν βασιλικῶν ἴσον, καὶ πλατὺ ξίφος οὐ μακρόν. Σπάνιος τῇ ὁπλίσει ταύτῃ δρόμος, οὐ πολὺς μέν, ὀξὺς δὲ καὶ τοσοῦτος ὅσος ἂν γένοιτο τοῦ σπεύδοντος ἐντὸς βέλους γενέσθαι φθάσαι. Συνασπίζειν τε ᾔδεσαν καὶ ἕκαστος αὐτῶν καθ' αὑτὸν ἐμάχετο, ὡς <εἶναι> τὴν ἀρετὴν τοῦ στρατιώτου διπλῆν καὶ κοινῇ καὶ μόνου. Κατέκοπτον οὖν τοὺς βαρβάρους τρόπῳ τῷδε· πολλὰ ἐν τῇ πορείᾳ διαναπαύσαντες αὑτούς, ὡς μὴ ἀμβλύνεσθαι τὴν σπουδὴν τῷ μήκει τῆς ὁδοῦ, ἀκμῆτες τὸν τρόπον τοῦτον μέχρι τῶν κινδύνων ἔμενον· ὀξεῖ δὲ χρησάμενοι τάχει, πρὸς τὸ ἐντὸς βελῶν γενέσθαι, εἶχον ἔργου, φερομένων ὑπὲρ αὐτοὺς μακρότερον τῶν βελῶν, ὑποδραμόντων αὐτῶν τὴν ἔφιξιν, τῶν δὲ οὐχ ὑπομενόντων, διὰ τὸ γυμνητεύειν τῶν πεζῶν, τῆς τοιαύτης φράξεως τὴν ἐμβολήν· δύναμις γὰρ βέλους μῆκος, ἐν δὲ τῷ πλησίον, πανοπλίᾳ ἀσφάλεια τῆς μάχης κατορθοῦται. Πρὸς μὲν οὖν τὸ ἕκαθεν μηδὲν παθεῖν, ὁ μὲν θώραξ παντὸς βέλους κρείττων τῇ τῶν λεπίδων ἐπιπτυχῇ πρὸς τὸ μεῖναι ἄτρωτον, ὅ τε πῖλος περὶ τῇ κεφαλῇ κυνῆν <ἔχων> ἑτέραν δὲ ἐπιθήκην χαλκοῦ καὶ ἄλλην ἐπὶ ἄλλῃ περικεφαλαίαν τυγχάνει πρὸς τὰ ἀπὸ σφενδόνης βλήματα, περιθλωμένης μὲν τῆς ἔξω λεπίδος καὶ συνεικούσης, ὡς μὴ ἐφικέσθαι τὸ πεμφθὲν τοῦ ἐνδοτέρω τῆς κεφαλῆς ἐπιβλήματος. Γυμνὸν δὲ τὸ πρόσωπον καὶ αὐχὴν ἐλεύθερος ἀκώλυτον τὴν πανταχοῦ περίσκεψιν χωρεῖ. Τοῖς τε δόρασιν οἳ μὲν τοὺς κοντοφόρους ἀναστέλλουσι τῶν ἱππέων προνύσσοντες πρὶν ἐμπεσεῖν, οἳ δὲ καὶ ἀραιοτέρας στησάμενοι τὰς φάλαγγας διαχωρήσαντες ἐφικνοῦνται τῶν βαρβάρων [ὅπη δεῖ ἐλλεβοροστρῶσαι]. Χρῶνταί γε μὴν καὶ πελτασταῖς καὶ σφενδονήταις ἀκινδύνως τῷ τείχει τῶν ὅπλων προπεφραγμένοις. Τά γε μὴν βραχεῖα ξίφη εὐχερείᾳ καὶ σφοδρότητι πληγῆς χρήσιμα. Ὀλίγα δὲ τούτων παρεποίησαν οἱ ἐπίγονοι Μακεδόνες, διὰ τὸ τῶν πολέμων