Cesti (fragmenta) Πίναξ Τάδε ἔνεστιν ἐν τῷ <ζʹ> τῶν Ἀφρικανοῦ Κεστῶν· αʹ Περὶ ὁπλίσεως. -βʹ Περὶ πολεμίων φθορᾶς. -γʹ Ἀγωνιστικόν. -δʹ Πρὸς τομὴν πληγ

 ποικίλον, κοινὴν καὶ κατὰ βαρβάρων καὶ πρὸς αὑτοὺς τὴν ὅπλισιν ἐπισκευάσαντες· σημεῖον δὲ <τὸ> ἐλευθέρας τῶν μαχομένων τὰς ὄψεις ὑπὸ πίλῳ Λακωνικῷ ἐν

 Χρίουσι τὰ βέλη τινὲς φαρμάκοις, ἵνα τραῦμα πᾶν γένηται καίριον· τὴν ἐν ὕλαις ἰσχὺν ἄλλοι τίθενται. Προδιαφθείρουσί τινες φεύγοντες τὰς νομάς· φαρμακε

 τροφαῖς τετειχισμένου. Οὐ φέρει θάνατον ταῦτα μονήμερον, οὐδὲ τὸν χρησάμενον εὐθέως ἀναιρεῖ, λοιμοῦ τέχνῃ τοῦτον καὶ τὸν οὐ φαγόντα καταλαμβάνοντος· ἀ

 φθορά, εἰς ἀποφυγὴν τοῦ λοιμοῦ τὴν θεραπείαν προὔλαβον ἐκθέμενος ἐν ταῖς πρὸ τούτου διφθέραις. Προϋπέσχετο τὴν κατὰ Μήδων νίκην ἑαυτῷ τῷ γίνεσθαι τὴν

 τραῦμα ἰατρῶν παῖδες θεραπευέτωσαν, τοῦ κάμνοντος ἑαυτὸν εὐχερῶς ἐς τὴν ἐπάφησιν αὐτῶν χορηγοῦντος. 1.6 Ἵππου τιθασία Σπάνιος ὥσπερ ἐν ἀνδράσιν οὑτωσὶ

 μόνον· πίστευσον λέγοντι, ὁρῶσι καὶ δαίμονας, καὶ οἶδα πολλοὺς ἐν τριόδοις χρεμετίσαντας καὶ πεσόντας καὶ κηρύξαντας τῇ φωνῇ τὴν ἀπειλήν. Μάλιστα δὲ ε

 οἱ ἵπποι δέξωνται τὴν ὀδμὴν τοῦ κακοῦ, μεμήνασι καὶ φριμάσσουσι καὶ διὰ σπουδῆς ἀνίστανται, ὥσπερ τὴν ἀπὸ τῆς γῆς ἀναπνοὴν πεφοβημένοι, καὶ ἀνασκιρτῶσ

 καὶ ὀλίγιστον ἐλαίου προσλαβών, εἶτά τι μετρίως ἀνακόψας, ἔγχει κατὰ τῆς εὐωνύμου ῥινὸς διὰ τοῦ κέρως ἡμιόνοις νωτοφόροις τε καὶ τοῖς ὑποζυγίοις τελεί

 τοῦ τριγώνου δίχα τέμνονται πλευραί». Ἔστω γὰρ τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ, ὀρθὴν ἔχον τὴν Β γωνίαν. Καὶ τετμήσθω δίχα ἡ ΑΒ, τῷ ∆. Καὶ πρὸς ὀρθὰς ἤχθω

 ἀέρα κουφότατον, ἔτι καὶ ἀπέχονται θερμοῦ τε παντὸς καὶ ἁλῶν, ὡς ὄντων τοῦ ἀμβλυώττειν αἰτίων. Ὡς δ' ἂν μή ποτε ἁλῶσιν καθεύδοντες καὶ ἔφοδος αὐτοὺς π

 πτερόεις τυγχάνεις, προλαμβάνω σε κἀγὼ ἄλλῳ πτερῷ. Οὕτως οἱ Πασιθέας πρὸς Ὕπνον γάμοι. Ἀγρυπνοῦσι μὲν ὁ Ἔρως· ἐγγύη δὲ ὑπὸ Ἥρατούτου ἡ κλοπὴ τοῦ πτερο

 ἑαυτῷ. ∆ιπλοῦν δὲ ἐκ τούτου πλεονέκτημα· ἢ γὰρ ἀλγήσας ἀναιρεῖ τοὺς ἑαυτοῦ παραμυθούμενος ἀνίατον ἀλγηδόνα, <ἢ> ἴστασθαι μὴ δυνηθείς, πασσυδὶ πίπτει.

 στρόβιλοι ὡς καθ' ἕκαστον χοῦν ὕδατος δέκα· τούτους βαλὼν εἰς τὸ ὑγρόν, ζέσον ὅσον χλιᾶναι· τὸ δὲ ἀγγεῖον ἐνδεὲς ἔστω κοτύλων ʹ· ὃ περιφιμώσας πάνυ, ἐ

 βαλεῖν καὶ τρίτον ἐφεξῆς καὶ τοὺς ἄλλους ὁμοίως, τοῦ δευτέρου ἀεὶ τοσοῦτον ἀναπαύοντος τὴν βολὴν ὅσον ἐπὶ τὸν σκοπὸν φθάσαι τὸ τοῦ πρώτου βέλος. Εἶδον

 ἄλειφε ἐλαίῳ ἐν ᾧ ὁμοίως βδέλλαι ἀπεζέσθησαν. <Πίναξ> '1 Πῶς δι' οἴνου κατεργάσαιτ' ἄν τις τοὺς πεπωκότας πρὸς <τὸ> τρεῖς ἡμέρας κοιμᾶσθαι. -'2 Περὶ ἀ

 τοῦτο δεῖ γίνεσθαι ἀπ' ἀρχῆς ἔαρος μέχρι τέλους τοῦ φθινοπώρου. Καὶ πάλιν οἶνος ἀψινθίτης εἰς ταὐτὸ πέποται, οὐ μόνον πρὸ τροφῆς, ἀλλὰ καὶ μετὰ τροφὴν

 ἐλεφαντιῶντος ἵππου· Ἀφρικανοῦ Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ ξηρανθὲν ἰᾶται τοὺς ἐλεφαντιῶντας ἵππους. 3.2 Ἀφρικανοῦ· ὀφθαλμικόν Ἡ χελιδὼν φέρει

 χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ περιαφθεῖσα αἰτία κυήσεως γίνεται. Ἵνα δὲ ὃ θέλεις συλλάβῃ τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστ

 συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι· γίνονται δὲ πολλοῖς πολλαχοῦ. «Μυρμηκίας» δὲ καλοῦσ

 κορίου. Ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. Ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύο

 πληγάς. 3.33 Ἀφρικανοῦ· πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ ἐμφωλεύοντος προσφυσώμενα Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσ

 ἰσοστάσιος τῇ Ἰταλικῇ ἣ καλεῖται «δηνάριον», ὡς γὰρ ἐπίπαν τοῖς Ἰταλικοῖς νῦν χρῶνται πολλοί. Ἡ Ἀττικὴ μνᾶ στατῆρας ἔχει κεʹ· ἡ δὲ Ἰταλικὴ λίτρα στατή

 παρθενικαί τ' ἀταλαὶ νεοπενθέ' ἄωτον ἔχουσαι· πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε' ἔχοντες οἳ πολλοὶ παρὰ βόθ

 χάλα εἰς κριμνοῦ ˉχˉο αʹ, φύκους ˉχˉο δʹ, ζέσας χάλα τὸ ἔριον καὶ ἄφες ἕως ὀψὲ καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ, εἶτα ὕδατι. 8.2 Ἀφρικανοῦ ἐκ βίβλου γʹ Στῦψ

 φλεβῶν ὀλισθήμασι, καί τι ἄλλο νυκτιφαές. Ἔρωτας δὲ καὶ ἀνάπτει καὶ σβέννυσι. Καὶ τρίχας λευκὰς μὲν μελαίνει λευκαίνει δὲ μελαίνας. Καὶ ἄλλ' ἄττα τοια

χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ περιαφθεῖσα αἰτία κυήσεως γίνεται. Ἵνα δὲ ὃ θέλεις συλλάβῃ τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστις καὶ περιστερεὼν βοτάναι ἄρρενες εἶναι δοκοῦσι καὶ θήλειαι, ἄρρενες μὲν αἱ ὄρθιαι, αἱ ἡπλωμέναι δὲ τοὐναντίον. Ταύτας σὺν τοῖς προτέροις φορεῖν ποίει, ἂν μὲν βούλῃ ἄρρεν τεκεῖν, ἄρρενα, ἂν δὲ θῆλυ, θήλειαν. 3.7 Τοῦ αὐτοῦ· εἰς ἀφθονίαν γάλακτοσ Λίθος ὁ γαλακτίτης τοῦ ζῴου περιαπτόμενος τοῖς μαστοῖς πολύ τι χρῆμα τοῦ γάλακτος κατασπᾷ. Ἵνα δὲ καὶ πλείονος εὐπορήσῃ γάλακτος, αὐτὸν τὸν γαλακτίτην λίθον λελειωμένον ἐγχυμάτιζε μετὰ οἴνου καὶ ὕδατος. 3.8 Τοῦ αὐτοῦ· πρὸς τὸ μὴ ἐκτιτρώσκειν ἔμβρυον Τὴν ἐχενηΐδα τὸν ἰχθὺν λαμβάνοντες ναῦται ταριχεύουσιν εἴς τε τὸ μὴ ἐξαμβλίσκειν καὶ εἰς σύλληψιν ὡς ἐρρωμενεστέρῳ φαρμάκῳ χρώμενοι. Ἐξ ἧς λειουμένης τὸ ζῷον ἐγχυματιζόμενον τὸ ἐν τῇ γαστρὶ σῶον διατηρεῖ. Εἰ δὲ καὶ ζῶσαν προσενέγκοι τις τῇ νηδύϊ τῆς ἱππάδος, ὅτε ταύτῃ ὁ ἵππος συνέρχεται, καὶ τότε καὶ εἰς τὸ λοιπὸν συλλήψεται καὶ οὐδέποτε πείσεται τὸν προειρημένον ὄλισθον. 3.9 Ἀφρικανοῦ· πρὸς ὠταλγίαν Ὦτα δὲ βούλομαι τρόπῳ ὠφελῆσαι διπλῷ· ἵνα καὶ ἀλγοῦντα παύσηται καὶ παυσάμενα μηκέτι ἀλγῇ. Ὅταν γὰρ δύσοιστον καὶ ἀπόφορον τὸ περὶ οὖς γένηται πάθος ὡς ἑλκῶν γινομένων πῦά τε δυσώδη καὶ σκώληκας ἐκθρέψαι, δυσανασχέτου τῆς περὶ αὐτὰ γινομένης ὀδύνης, περδίκιος βοτάνη, εὐτελὴς μὲν καὶ φυομένη πανταχοῦ, ὥσπερ τῆς φύσεως τῷ εὐπόρῳ φιλοτιμουμένης, συγκόπτεται ἰσχυρῶς, ὡς πολὺν αὐτῆς τὸν χυλὸν γενέσθαι. Εἶτα μέλιτος Ἀττικοῦ ὀλίγον λαμβάνεται καὶ ὄξους δριμέος οὐ πολὺ καὶ ὑλῶν θαλαττίων βραχύ. Ταῦτα μιγέντα καὶ χλιανθέντα τῷ πονοῦντι γίνεται σωτηρία. 3.10 Ἀφρικανοῦ· πρὸς ὀζαίνας καὶ πολύποδας [περὶ βηχός] Ἁλικακάβου τὴν ῥίζαν ἴσα βουτύρῳ μίξας χρῶ. 3.11 Ἀφρικανοῦ· περὶ δυσουρίασ Ἐὰν ἵππου τὰ οὖρα ἐπισχεθῇ, παρθένος λύσασα ἣν φορεῖ ζώνην, τυψάτω αὐτὸν κατὰ τοῦ προσώπου τῇ ζώνῃ, καὶ παραχρῆμα ἐξουρήσει ἀθρόως καὶ ἡ ὀδύνη παύσεται. 3.12 Ἀφρικανοῦ· πρὸς ὑδρωπικόν Στέαρ κορώνειον σὺν οἴνῳ ˉγˉο κʹ ἐγχυμάτιζε θερμῷ, ἢ χερσαίου ἐχίνου καυθέντος τὴν σποδιὰν οἴνῳ ἐγχυμάτιζε. 3.13 Ἀφρικανοῦ· περὶ χροιᾶς ἵππων Τῶν ἵππων διάφοροι μέν, ὡς ἀρεταί, καὶ χρόαι· εὐτύχημα δὲ καὶ χρόα καὶ σεμνὸν τῷ ζῴῳ ἡ εὐθὴς δορά. Αἱ μὲν οὖν αὐτῶν αὐτοφυεῖς, τὰς δὲ τεχνῶνταί τινες μεταβάλλοντες ἐπὶ τὸ κρεῖττον. Καὶ αἱ μὲν αὐτῶν μεταποιοῦνται φαρμάκοις, αἱ δὲ ποικίλλονται καύσεσιν. Ἵππος οὖν ἐκ πυρροῦ μέλας γένοιτ' ἂν σκίλλῃ μετ' ὄξους καὶ κισσήρεως λελειωμένης καταπλασθείς, λευκὸς δ' ἂν ἀποβαίη ζεστῷ τῷ φαρμάκῳ. Πυρρὸς δὲ ἐκ λευκοῦ γένοιτ' ἂν τιτάνου καὶ λιθαργύρου λείων ἐν ὕδατι ἑφθεισῶν εἴς τε γλοιοῦ πάχος γενομένων, εἰ ἐφ' ὥρας καταπλασθείη δύο. Εἰ δὲ πλείοσιν ὥραις ἐπιμείναι τὰ τῆς χρίσεως, ἐκ λευκοῦ μέλας ἂν ἀποβαίη. ∆ίχα δὲ χρωμάτων τὴν τρίχα εἰς ὄψιν ἑτέραν ἐπὶ τῷ ζῴῳ χαλκεύει τὸ πῦρ καὶ τὴν τοῦ ἵππου ποικιλίαν ψεύδεται. Λευκόψαρος ἵππος [ὄνομα δὲ χρώματι τοῦτο] καταγράφεται τὸν τρόπον τοῦτον· καυστὴρ στρογγύλος ἐν μέσῳ κοῖλος εἰς τὴν τοῦ ο στοιχείου περιφέρειαν εἱλούμενος πυρωθεὶς καταδεδεμένῳ τῷ ἵππῳ ἐπιτίθεται κατὰ θέσιν καὶ ἄρσιν. Ὁ μὲν οὖν κύκλος ἔξωθεν μέλας, τὸ δὲ ἀρχαῖον μένον ἐξ αὐτοῦ σῶμα πάρδαλιν ψεύδεται, ἐπί τε πόδας καὶ ἐπ' αὐχένα συντεθείς. Ἴδοις δ' ἂν αὐτοῦ καὶ τὸ πρόσωπον οἷα θηρίου. Καλὸν δ' ἵππῳ τοῦτο ἐπιγράφειν θυμικῷ, ἵνα τὸ τάχος ὅμοιον ἔχῃ τῇ δορᾷ. 3.14 Ἀφρικανοῦ· βάμμα τριχῶν αἰωνίως φυλαττόμενον Σφέκλης, ἀκακίας μελαίνης, στυπτηρίας στρογγύλης, πολυτρίχου, ἀνὰ ˉγˉο ʹ, κηκῖδος στατ. βʹ κερατ. ʹ κάρυα χλωρὰ ιʹ, μυρσίνης μελαίνης ἀφ' αἵματος ˉλˉι α#161ʹ, λαδάνου ˉγˉο ʹ, οἴνου παλαιοῦ μέλανος ˉλˉι εʹ. Ἕψει πάντα μετὰ οἴνου ἕως ἀποτριτωθῇ, καὶ προσμήξας ἔμβαπτε τὰς τρίχας νυχθήμερα γʹ καὶ θαυμάσεις. 3.15 Ἀφρικανοῦ Τοῦ θαλαττίου ἐχίνου τὸ σῶμα σώματι ψωριῶντι ἐπιχρισθὲν ὑγιὲς ἐργάζεται. 3.16 Ἀφρικανοῦ Κυνὸς ἐγκέφαλος κάταγμα πωροῖ ἡμέρας ιδʹ εἰς ὀθόνιον ἐγχριόμενος καὶ ἐπιτιθέμενος, ἄνωθεν ἐρέας ἐπειλουμένης. 3.17 Ἀφρικανοῦ· περὶ