Expositio in Proverbia
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΤΟΣ ΕΞΗΓΗΣΕΩΝ. 17.161 Παροιμία ἐστὶ λόγος ἀπόκρυφος δι' ἑτέρου προ δήλου σημαινόμενος. Τούτου χάριν ἐβασίλευσεν ἐν Ἰσραὴλ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν· ἡ σοφία ἐστὶ γνῶσις πνευμα τικὴ, τοὺς περὶ Θεοῦ, καὶ ἀσωμάτων, καὶ κρίσεως, καὶ προνοίας περιέχουσα λόγους, ἡ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. Ἢ ἡ σοφία ἐστὶ γνῶσις σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν τούτῳ θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία ἐστὶ μετριοπάθεια παθῶν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη· καὶ θεολογῶν δέ τις ἐπιτεταμένως, ἔγνω σοφίαν. Τουτέστιν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτή ριον· ἀνεπιστήμων γάρ τις ὢν δικαιοσύνης, οὐκ ἂν διέλοι τὰς ἀμφισβητήσεις ὀρθῶς· οὐδὲ Σολομὼν γὰρ ἔκρινεν ὀρθῶς ταῖς πόρναις, μὴ σώζων ἀκριβεῖς τοῦ δικαίου τοὺς λόγους· ὀρθῶς δὲ καὶ ἀδιαστρόφως κρι νοῦμεν, εἰ πειθόμεθα μὲν ἀρετῇ, καταγινώσκομεν δὲ κακίας. Τρία δὲ κριτήρια ἐν ἡμῖν· αἴσθησις, λόγος, καὶ νοῦς· καὶ ἡ μὲν αἴσθησις, τῶν αἰσθητῶν· ὁ δὲ λόγος, 17.164 τῶν ῥημάτων καὶ τῶν νοημάτων· ὁ δὲ νοῦς, θεωρία τῶν νοητῶν. Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά· διόπερ καὶ αἰσθήσεως αὐτὸν λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει. Οἱ κτώμενοι κακίαν, τῷ κακοὶ εἶναι ἐξουδενοῦσι σοφίαν· καὶ μὴ ἔχοντες φόβον τὸν ποιοῦντα ἀρχὴν αἰ σθήσεως, ἀναισθητοῦσι καὶ ἐξουδενοῦσι σοφίαν· πῶς; τῷ μὴ πράττειν μηδὲ μετιέναι· πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων, μισεῖ τὸ φῶς· ἀλλ' οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀτιμάζεται, ἀλλὰ παρὰ τὴν ἐκείνων ἄγνοιαν· ἀλλ' οἱ εὐσεβεῖς αἱροῦνται τὴν παιδείαν, ἵνα τὴν ψυ χὴν καθαρθέντες, εἰσδέξωνται τὴν εἰς κακότεχνον ψυ χὴν μὴ εἰσιοῦσαν σοφίαν· οἱ δὲ μὴ ἔχοντες φόβον Θεοῦ, τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι σοφίας καὶ παιδείας, καὶ ἐξουθενοῦσιν ἀμφότερα· ὡς οἱ τὴν Παλαιὰν μὴ δεχόμενοι, καὶ τὸν ∆ημιουργὸν ὡς ὠμὸν διαβάλλοντες. Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα ση μαίνει τὴν γνῶσιν· αὕτη γὰρ ἡ συνήθεια τοῦ Πνεύ ματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὠνόμασε τὸν Θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν, καὶ τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὴν ἀγνωσίαν, καὶ τὴν κακίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ· οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὥς τινες οἴονται· διαφόρων ἐνεργειῶν εἰσὶ γνωρίσματα· Θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἡμῖν ἐνεργοῦντος, καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς. Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες κοινὸν δέ ἐστιν, ὃ μὴ τοῦ ἑνός ἐστι τοῦ Θεοῦ· ὅρα δὲ ὁμόνοιαν πο νηρὰν καὶ ὄλεθρον. ∆ίκτυόν ἐστι κόλασις αἰώνιος, καὶ πολυσχιδὴς τι μωρία παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ' ἀπωλείᾳ τῶν κακῶς ἐκφύν των πτερῶν· πτερωτὰ δὲ, ἡμεῖς οἱ ἄνθρωποι οἱ δύ ναμιν ἐὰν θέλωμεν ἔχοντες τοῦ ἀναπτῆναι. Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ ἔξοδος τῶν υἱῶν Ἰσ ραὴλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ Θεοῦ καὶ δι δασκαλίας γένεσιν γεγονυῖα· τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· «Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό·» καὶ «πλατύνθητε, φησὶ, καὶ ὑμεῖς,» ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος· καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς, ὑμνεῖται ἡ σοφία· ἐν δὲ γῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν, παῤῥησίαν ἄγει. Ἄκρων δὲ τειχέων αὐτῆς, τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυ τοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ ∆αυῒδ λέ γων· «Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ,» τουτέστι τῆς τοιᾶσδε ψυχῆς