Expositio in Proverbia

 τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «Ὁ δὲ ἐπιχαί 17.165 ρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται;» Ἢ τάχα

 δύσκολον ἔχοι, κα θάπερ ἡ τῶν χρημάτων ἐπιθυμία· νοῦς καθαρὸς ἐγγί ζει σοφίᾳ· ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μα κρυνθήσεται ἀπ' αὐτῆς. Τούτου τ

 δὲ ἐνταῦθα, ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νοῦν, διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως, καὶ μὴ κατευοδούμενον· ἐκεῖνα γὰρ δῶρα ἄδικα, τὰ πράγματα λέγ

 τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδ

 ὑμῖν, Οὐκ ὀργισθήσῃ. Σημειωτέον ἐνταῦθα, ὅτι τὴν τοῦ μύρμηκος φυσι κὴν ἐναρμόνιον κίνησιν, σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ, σοφώτερος λέγεται·

 ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα ∆ιαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθ

 κέμφου ἐν τῇ θαλάσσῃ κατ' ἀγέλας ἱπτά μενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ

 προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σο φοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀ

 τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μό νον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν. Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν·

 παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ ∆αυῒδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀνὴρ παράνομος παρασιωπηθήσεται ὑπὸ τοῦ Θεοῦ, τουτέστι μισηθήσετ

 ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν· ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐ

 θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλη μένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόν των τοῦ κό

 τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἣ καὶ προσάγει ἡμᾶς αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵν' ὡ

 ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦ σιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν. Ἄνδρα ἐνταῦθ

 σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυ φῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κ

 τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἒξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ

 τοῦ Κυρίου, ἡ γνῶσις τοῦ Κυρίου ἐστὶ, τὸ δὲ φῶς τοῦ Κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων, ἄρα ἡ γνῶσις τοῦ Κυρίου πνοὴ τῶν ἀν θρώπων ἐστί· τὸν δὲ ἐν ἀγνοίᾳ διάβ

 Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φη σὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ

 συκοφαντεῖ ἡμᾶς πρὸς τὸν Θεὸν, λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς, ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβά νοντες παρ' αὐτοῦ τὰς κακία

 εἰς δὲ γῆν τῶν ἀπορφανισάντων ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, κτῆμα δὲ δαιμόνων τὴν κακίαν ἔχοντας, μὴ εἰσέλθῃς, δι' ἣν ἐστερήθησαν τοῦ ἐπουρανίου Πατρός· ὁ γὰρ

 δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ μέλλοντι αἰῶνι, ἕως ἂν ἐκλίπῃ ἡ κακία· τὸ γὰρ ἐμμολυνθήσ

 γηγενῆ ἔθνη, καὶ πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς ἐν τῇ εἰς αὐτὸν πίστει, Χριστὸς ὁ Θεὸς, καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος· τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς

 ἐστιν, ὁ ἐν δικαιοσύνῃ δεδομένος ἡμῖν παρ' αὐτοῦ νόμος· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς, κόρακας εἶπεν· τοὺς δὲ ὅλον αὐτὸν κα τεσ

 γῶν, τὰ ἑαυτοῦ φυλάσσει εὐσυναλλάκτως. Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν Κυρίου εἰς νοῦν ἀπαθῆ καὶ εὐήκοον Κυρίῳ. Ὥσπερ τὸ ἐκ χ

 σθήτους οἰκέτας ἢ ὑποχειρίους ὁρίζεται· ἡ ῥάβδος γὰρ σύμβολόν ἐστι κολάσεως. Ἐκ τῶν ποδῶν αὑτοῦ, κ. τ. λ. Πόδας ἐνταῦθα τοὺς οἰκέτας φησίν· ὄνειδος δὲ

 ποιήσαντι διαβόλῳ, ὡς ἀδελφῷ ὑπείκειν, εἰς τὸ συναπολέσθαι αὐτῷ. -Κρείσσων ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως, ὑπὲρ τὸν συναπτόμε νόν μοι μόνο

 παράνομον, τὰ δόγματα τῶν δαιμόνων ἐστὶν, οἷς οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός· υἱὸν δὲ τὸν νοῦν φησιν· ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐ

 αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τὰ αὐτῶν πρακτέα καὶ

 πολυτελῶν ψυχὴ τῷ σωματικῷ αὐτῆς οἴκῳ. Τὴν τοῦ σπουδαίου ψυχήν φησιν ἔχουσαν Ἐκκλη σίαν ξύλον γνώσεως καὶ ξύλον ζωῆς· γνώσεως μὲν ὡς νόμου, ζωῆς δὲ ὡς

σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυ φῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κατὰ Θεοῦ βλασφημίας ῥίψει· εἰ καὶ ἀπὸ δούλων ἐλεύθε ρος, τοῦτο ποιήσει. Εἰ ὁ καυχώμενος ὀρθῶς, ἐν Κυρίῳ καυχᾶται, ὁ δὲ Κύριος ἡμῶν σοφία ἐστὶν, ὁ καυχώμενος ὀρθῶς, ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα τοίνυν τοῦ μακροθύ μου καὶ ἐλεήμονος, ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐ τοῦ· ἐπέρχεται δὲ τοῖς παρανόμοις ἀπαλλάττων αὐ τοὺς κακίας, νῦν μὲν ἐνδεχομένως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀναγκαίως. Ὁ Κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος· πρὸς δὲ τοὺς ἁμαρτάνοντας κατακαῖον καὶ ἀναλίσκον, ὡς ξύλα χόρτων καλάμην, τὴν στρα τευομένην σάρκα κατὰ τοῦ πνεύματος· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυ ρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πράξεως συμβαίνοντα καύσωνα. Τὴν ἀκάθαρτον ψυχὴν, ἑταίραν ὠνόμασε· καὶ ταύ της τὸ μίσθωμα, τὴν κατάστασιν εἴρηκεν αὐτῆς, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώ σεως τοῦ Θεοῦ, τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ, τοῦ Κυρίου ἐστί· γυναῖκα γὰρ ἐν ταῦθα τὴν σοφίαν λέγει· ἐράσθητι γὰρ, φησὶ, τῆς σο φίας, καὶ τηρήσει σε· τίμησον αὐτὴν, ἵνα σε περι λάβῃ. Αἱ ἐντολαὶ, ὡς πρὸς μὲν τὸν ἐντειλάμενον Θεὸν, καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς, καλοῦνται ὁδοί· καὶ ὁ μὲν φυλάσσων, τηρεῖ ἐκ θανάτου πρὸς ζωὴν τὴν ψυχὴν ἑαυτοῦ· ὁ δὲ κα ταφρονῶν, τὸν ἀπέραντον θάνατον θανεῖται. Ἐπὶ μὲν τῶν αἰσθητῶν οὕτως ἔχει· ὅσον δὲ ὁ ἥλιος τῆς σελήνης ὑπερφυὴς, τοσοῦτον ὁ ἐλεῶν τοὺς ἐν πτωχείᾳ ἀρετῶν καὶ ἀνακτώμενος αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δόμα δὲ διδόναι τῷ Θεῷ, τὴν 17.209 καθαρότητα τῆς καρδίας ὠνόμασε· κατὰ ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως ὑπὸ τοῦ Θεοῦ. Ὃ λέγει τοιοῦτόν ἐστι περὶ τῶν ἐν τῷ βίῳ· ἐγὼ δὲ νομίζω, τὴν μὲν πολλὴν ζημίαν, στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων· τὴν δὲ προσθήκην τῆς ψυχῆς, ἀφανισμὸν τῶν φυσικῶν περὶ Θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν καταπεσούσης· καὶ ὁ Σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις φησί· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καὶ ζημιωθῇ; Ἐνταῦθα ἡ ἀπώ λεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. Εἰ φόβος Κυρίου εἰς ζωὴν ἀνδρὶ, φόβος δὲ Κυρίου σοφία καὶ παιδεία, ἡ ζωὴ τοῦ ἀνδρὸς ἄρα σοφία ἐστὶ καὶ παιδεία· τὸ οὖν γνῶναι σοφίαν καὶ παιδείαν, γνῶναί ἐστι τὸν Χριστὸν καὶ τὴν αὐτοῦ διδασκαλίαν· ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν ὁ Χριστός· οἱ οὖν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ ζῶντες, οὐκ ἐπισκέπτονται ἐν αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ, καὶ τὸ ἔλεος ἐφ' ἑαυτοῖς μὴ ἐλπίζοντες· οὐδὲ Χριστός ἐστιν ἐν αὐτοῖς, παρὰ τὸ μὴ θέλειν αὐτούς. Ὁ μὴ ὀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βου λόμενος, τουτέστι τὸ σῶμα· μηδὲ ἐμπλησθῆναι ἄρ των ψυχικῶν· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ, χειρῶν ἔχουσι λόγον, αἱ τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ δι' ἐνθέου σοφίας καὶ γνώσεως. Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστος ἄρα ὁ θυμὸς, ἀκολάστους ποιῶν τοὺς ἀνθρώπους· καὶ ὑβριστικὸν ἡ ὀργή· γίνεται γὰρ ἀπὸ ζέοντος θυμοῦ· εἰ δὲ οἴνου οἱ Ναζαραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς Ναζαραίους ἐκτὸς εἶναι νενομοθέτηται. Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων, ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ ὁ ἄφρων τὸ ὄνειδος οὐκ αἰσχύνεται, οὕτως ὁ δανεισάμενος σῖτον σπεῖραι ἐν ἀμητῷ· ἤδη ὅτι ἐκ τοῦ γεωργίου αὐτοῦ ἀποδοθήσεται τῷ δανείσαντι, κἂν τύχῃ ἀποθανεῖν τὸν δανεισθέντα. -Εἰ ἔστιν ἐν ἀμη τῷ σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἒξ ἔτεσι τὴν ἑαυτῶν γῆν,