De gentibus Indiae et Bragmanibus
Παλλαδίου περὶ τῶν τῆς Ἰνδίας ἐθνῶν καὶ τῶν Βραγμάνων 1.1 Ἡ πολλὴ φιλοπονία σου καὶ φιλομαθία καὶ φιληκοΐα καὶ φιλοθεΐα, ἀνδρῶν ἀρίστων ἐγκαλλώπισμα, καὶ ἕτερον ἡμᾶς προε τρένατο προσδιηγήσασθαι πρᾶγμα ὑπερβολῇ φιλοσοφίας γέμον. κινούμενοι τοίνυν ἡμεῖς τῇ σῇ φιληκοΐᾳ πρὸς τοῖς εἰρημένοις προσεξηγησόμεθά σοι καὶ τὸν τῶν Βραγμάνων βίον, ὧν μὲν ἐγὼ οὔτε τὴν πατρίδα ἱστόρησα οὔτε τοῖς ἀνδράσι συντετύχηκα. πόρ ρω γάρ εἰσιν ἀπῳκισμένοι καὶ τῆς Ἰνδικῆς καὶ τῆς Σηρικῆς τῷ Γάγγῃ παροικοῦντες ποταμῷ, ἐγὼ δὲ εἰς τὰ ἀκρωτήρια μόνον ἔφ θασα τῆς Ἰνδικῆς πρὸ ἐτῶν ὀλίγων μετὰ τοῦ μακαρίου Μωϋσέως τοῦ ἐπισκόπου τῶν Ἀδουληνῶν· καὶ ἀγρίῳ καύματι ληφθείς-τοι ούτου ὄντος ὡς τοῦ ὕδατος ἐκ τῆς πηγῆς ἀναβλύζοντος ψυχροτάτου εἰς ὑπερβολὴν καὶ ληφθέντος ἐν ἀγγείοις παραχρῆμα βράσσειν- τοῦτο τοίνυν θεασάμενος αὖθις ὑπέστρενα μὴ στέξας τὸν καύσωνα. ὁ δὲ Γάγγης οὗτος ποταμὸς καθ' ἡμᾶς ἐστιν ὁ καλούμενος Φεισών, ὁ ἐν ταῖς γραφαῖς κείμενος, εἷς ὢν τῶν τεσσάρων ποταμῶν τῶν λεγομένων ἐξιέναι ἐκ τοῦ παραδείσου. 1.2 ∆ιήγημα δὲ φέρεται Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων βασι λέως ἐξηγησαμένου ποσῶς τὸν βίον αὐτῶν· κἀκείνῳ δὲ τάχα ὑπῆρ χεν ὡς ἐκ παρακούσματος· οὔτε γὰρ αὐτός, ὡς οἶμαι, τὸν Γάγγην ἐπεραιώθη, ἀλλ' ἄχρι τῆς Σηρικῆς φθάσας, ἔνθα τὸν μέταξον οἱ σῆρες τίκτουσιν, κἀκεῖ λιθίνην στήλην στήσας ἐπέγρανεν· Ἀλέξανδρος ὁ Μακεδὼν ἔφθασε μέχρι τοῦ τόπου τούτου. 1.3 ἐγὼ δὲ ποσῶς τὰ περὶ τῶν Βραγμάνων δεδύνημαι μαθεῖν παρά τινος Θηβαίου σχολαστικοῦ, ἑκουσίως μὲν τὴν ἀποδημίαν ποιησαμένου, ἀκουσίως δὲ τῇ αἰχμαλωσίᾳ περιπεσόντος. οὗτος, ὡς ἔλεγεν, ἀφυὴς ἐγεγόνει ἐν τῇ δικανικῇ καὶ ἀκηδίᾳ ληφ θεὶς ἐκίσσησεν οὕτως τὴν τῶν Ἰνδῶν ἱστορῆσαι χώραν. 1.4 καὶ διαπλεύσας μετὰ πρεσβυτέρου ταύτην κατέλαβε πρῶ τον τὴν Ἀδούλην, εἶτα μετ' ἐκείνην τὴν Αὐξούμην, ἐν ᾗ ἦν καὶ βασιλίσκος μικρὸς τῶν Ἰνδῶν ἐκεῖ καθεζόμενος. ἐκεῖ δὲ χρονί σας καὶ πολλὴν συνήθειαν κτησάμενος ἠθέλησε καὶ ἐπὶ τὴν Τα προβάνην εἰσελθεῖν νῆσον, ἔνθα εἰσὶν οἱ λεγόμενοι Μακρόβιοι· ζῶσι γὰρ εἰς τὴν νῆσον ἐκείνην ἕως ἑκατὸν πεντήκοντα ἐτῶν οἱ γέροντες δι' ὑπερβολὴν τῆς τῶν ἀέρων εὐκρασίας καὶ ἀνεξερευ νήτου κρίματος θεοῦ. ἐν ταύτῃ δὲ τῇ νήσῳ καὶ ὁ μέγας βασιλεὺς κατοικεῖ τῶν Ἰνδῶν, ᾧ πάντες οἱ βασιλίσκοι τῆς χώρας ὑπόκειν ται ὡς σατράπαι, καθὼς αὐτὸς ὁ σχολαστικὸς ἡμῖν διηγήσατο μα θὼν καὶ αὐτὸς παρ' ἑτέρων· οὐ γὰρ δεδύνηται οὐδ' αὐτὸς εἰς τὴν νῆσον εἰσελθεῖν. 1.5 παράκεινται γὰρ ταύτῃ τῇ νήσῳ (εἰ μὴ ψευδές ἐστι τὸ λεχθέν) ὡς χίλιαι ἄλλαι νῆσοι τῆς ἐρυθρᾶς θαλάσσης ἐμβαλλού σης εἰς αὐτάς. ἐπεὶ τοίνυν ὁ μαγνῆτις λίθος ὁ τὸν σίδηρον ἐπι σπώμενος ἐν ἐκείναις γίνεται ταῖς νήσοις ταῖς λεγομέναις Μα νιόλοις, ὃ ἂν ἀπέλθῃ πλοῖον σιδηροῦς ἔχον ἥλους κατέχεται ὑπὸ τῆς τοῦ λίθου φύσεως μὴ δυνάμενον παρελθεῖν· ἔστι δὲ ἰδικῶς τὰ διαπερῶντα πλοῖα εἰς ἐκείνην τὴν μεγάλην νῆσον ἄνευ σιδή ρου ἐπιούροις ξυλίνοις κατεσκευασμένα. 1.6 ἔχει δέ, φησι, καὶ πέντε ποταμοὺς μεγίστους ἡ νῆσος αὕτη, ἐν οἷς νῆες διαπορεύονται. ὡς δὲ διηγοῦντο αὐτῷ οἱ ἐκεῖ θεν, οὐδέποτε ὀπώρα λείπει ἐν τῷ τόπῳ ἐκείνῳ τῆς νήσου· ἐν τῷ αὐτῷ γάρ, φησι, ὃς μὲν ἀνθεῖ κλάδων, ὃς δὲ ὀμφακίζει, ὃς δὲ καὶ τρυγᾶται {οὔτε ἄμπελος ὀμφακίζει οὔτε τρυγᾶται}. ἔχει δὲ καὶ φοίνικας καὶ τὸ κάρυον τὸ μέγιστον τὸ Ἰνδικὸν καὶ τὸ λε πτὸν τὸ ἀρωματίζον. ζῶσι δὲ οἱ οἰκήτορες τοῦ τόπου ἐκείνου γάλακτι καὶ ὀρύζῃ καὶ ὀπώρᾳ, ἐρίου οὐ τικτομένου παρ' αὐτοῖς, ἀλλ' οὐδὲ λίνου, προβάτων δὲ δέρματα καλῶς εἰργασμένα πε ρὶ τὴν ὀσφὺν περιτίθενται μόνον. ἔστι δὲ καὶ πρόβατα τετριχω μένα ἄνευ ἐρίου γαλακτιφόρα λίαν πλατείας ἔχοντα οὐράς. κέ χρηνται δὲ καὶ