De gentibus Indiae et Bragmanibus

 κρεωφαγίᾳ αἰγῶν καὶ προβάτων· χοῖρος γὰρ ἀπὸ Θηβαΐδος οὐκέτι εὑρίσκεται ἐν τοῖς μέρεσιν Ἰνδίας ἢ Αἰθιοπίας δι' ὑπερβολὴν καυμάτων. 1.7 διηγεῖτο οὖν οὗ

 γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν.

 βέλεσι, ἀλ λὰ τὴν ἐλευθερίαν ἡμῶν οὐ βλάπτουσιν. ἶσον δέ ἐστι τὸ ψεύδεσ θαι καὶ τὸ ταχέως πείθεσθαι· ἀδικεῖ γὰρ ὁ ψευδόμενος ὃν πεί θει, ἀδικεῖ δὲ καὶ

 μίαν φύσιν τῆς φιλαργυρί ας εἰς πολλὰς γνώμας λοιπὸν κατατεμνούσης. 2.11 Κάλανος, ὁ ψευδὴς φίλος ἡμῶν, ταύτην ἔσχε τὴν γνώμην, ἀλλ' ὑφ' ἡμῶν καταπατεῖ

 δὲ γενόμενος ἐγὼ ἀναβήσομαι πρὸς τὸν θεόν μου, ὃς ἡμᾶς κατέκλεισεν ἐν σαρκὶ καταπέμψας ἐπὶ τὴν γῆν πειράζων πῶς καταβάντες ὡς προέταξεν ζήσωμεν αὐ τῷ,

 κτήσῃ ἐκ τῶν ἐμῶν ἀγαθῶν. ὁ γὰρ θεὸς ἐμοὶ φίλος καὶ τοῖς ἔργοις αὐ τοῦ ἀγαλλιῶν προσομιλῶ, καὶ ἔμπνους ἐν ἐμοὶ γίνεται. κακῶν ἀνθρώπων οὐκ ἀκούω. οὐρα

 φονοῦντες αἱμάτων ἀλλοτρίων ἔθνος βλέποντες σῳζόμενον· ἰδί ων γὰρ πλεονεξιῶν εἰσι στρατιῶται τὴν πρόφασιν ἔχοντες ἄδικον. 2.30 πότε βίον ἀμέριμνον κτή

 ὕδωρ εἰς ποτόν, ὕλας εἰς τόπον οἰκίας, ἀέρα εἰς αὔξησιν τῶν πάντων. οὐδὲν γὰρ ὁ θεὸς χρυσίῳ πωλεῖ, ἀλλὰ χαρί ζεται τὰ πάντα ἀγαθὰς φρένας διδοὺς τοῖς

 ἐστε· εἰ γὰρ πολλὰ ἱμά τια θέλετε ἔχειν, δέεσθε τοῦ ποιμένος, τοῦ ὑφάντου, τοῦ γνα φέως ἢ καὶ τοῦ ἀμήττοντος. μή μοι λέγε· οὐ φορῶ μαλακὰ ἱμά τια· ἴ

 ἀφανίσητε· καὶ δεδεμένον τοῦτον δεσμοῖς βιαί οις λελυμένῳ θηρίῳ παραβάλλετε καὶ ἀντικαθεζόμενοι ἐνατενίζε τε τερπόμενοι τῇ ἀνηκέστῳ συμφορᾷ τὸν τοῖς θ

 καὶ τὰ ἐνταῦθα μόνα ἔχειν προσδοκῶντες ἀλλήλους ἀδικοῦσι, τοὺς δὲ ἀσθενεστέρους καὶ φονεύοντες ἀποστεροῦσι καὶ ἃ κέκτηνται ὀλίγα. τὸ δὲ πέρας τούτων ἀ

δὲ γενόμενος ἐγὼ ἀναβήσομαι πρὸς τὸν θεόν μου, ὃς ἡμᾶς κατέκλεισεν ἐν σαρκὶ καταπέμψας ἐπὶ τὴν γῆν πειράζων πῶς καταβάντες ὡς προέταξεν ζήσωμεν αὐ τῷ, ὃς ἀπελθόντας πρὸς αὐτὸν ἀπαιτήσει λόγον δικαστὴς ὢν πάντων ὑβρισμάτων· οἱ γὰρ τῶν ἀδικουμένων στεναγμοὶ τῶν ἀδι κούντων κόλασις γίνονται. 2.18 ταῦτα δὲ ἀπειλείτω Ἀλέξανδρος τοῖς θέλουσι χρυσὸν καὶ θάνατον φοβουμένοις· πρὸς ἡμᾶς τὰ δύο αὐτοῦ ὅπλα πέπτωκεν· οἱ γὰρ Βραγμᾶνες οὔτε χρυσὸν φιλοῦσιν οὔτε θάνατον φοβοῦνται. ἄπελθε οὖν καὶ Ἀλεξάνδρῳ λέγε, ὅτι ∆άνδαμις τῶν σῶν χρείαν οὐκ ἔχει· διὰ τοῦτο πρός σε οὐκ ἐλεύσεται. εἰ δὲ σὺ ∆ανδάμεως χρείαν ἔχεις, ἐλθὲ πρὸς αὐτόν". 2.19 ὁ δὲ Ἀλέξανδρος ταῦτα ἀκούσας παρὰ τοῦ Ὀνησικράτους μᾶλλον αὐτὸν ἰδεῖν ἐπεθύμησεν, ὅτι αὐτὸν πολλὰ ἔθνη καθελόν τα εἷς ἐνίκησε γυμνὸς γέρων. πορεύεται οὖν σὺν πεντεκαίδεκα φίλοις εἰς τὴν ὕλην τοῦ ∆ανδάμεως καὶ ἐγγὺς γενόμενος αὐτοῦ κατέβη ἐκ τοῦ ἵππου καὶ ἀπέθετο τὸ διάδημα καὶ πᾶσαν τὴν πε ρὶ αὐτὸν ἀλαζονείαν. καὶ εἰσελθὼν μόνος εἰς τὴν ὕλην, ἔνθα ὁ ∆άνδαμις, ἠσπάσατο αὐτὸν καὶ εἶπε· "χαίροις, ∆άνδαμις, διδά σκαλε Βραγμάνων καὶ πρύτανι σοφίας· πάρειμι πρός σε ἀκούσας σου τὸ ὄνομα, ἐπεὶ μὴ σὺ παρεγένου πρὸς ἡμᾶς". ὁ δὲ ∆άνδαμις εἶπεν· "χαίροις καὶ αὐτός, δι' ὃν πολλαὶ πόλεις ταράσσονται καὶ ἔθνη ἀκαταστατεῖ". 2.20 ὁ δὲ Ἀλέξανδρος καθεσθεὶς παρὰ τοῖς ποσὶν αὐτοῦ ἐκεί νην τὴν ὥραν εἶδεν καθαρὰν τὴν γῆν ἀπὸ αἱμάτων· καὶ ὁ ∆άνδα μις· "τί πρὸς ἡμᾶς, Ἀλέξανδρε, πάρει; τί θέλεις βαστάσαι ἐκ τῆς ἡμετέρας ἐρημίας; ὃ ζητεῖς ἡμεῖς οὐκ ἔχομεν, ὧν ἡμεῖς κεκτήμεθα αὐτὸς οὐ χρῄζεις. ἡμεῖς θεὸν τιμῶμεν, ἀνθρώπους φιλοῦμεν, χρυσοῦ ἀμελοῦμεν καὶ θανάτου καταφρονοῦμεν, ἡδο νῶν οὐ φροντίζομεν. ὑμεῖς δὲ θάνατον φοβεῖσθε, χρυσὸν φιλεῖ τε, ἡδονῶν ὀρέγεσθε, ἀνθρώπους μισεῖτε, θεοῦ καταφρονεῖτε". ὁ δὲ Ἀλέξανδρος πρὸς αὐτόν· "ἐγὼ σοφόν τι ἥκω μαθεῖν παρὰ σοῦ· φασὶ γάρ σε θεῷ προσομιλεῖν· θέλω γὰρ εἰδέναι, τί τῶν Ἑλλήνων διαφέρεις ἢ τί περισσότερον τῶν λοιπῶν βλέπεις ἢ φρονεῖς". 2.21 ὁ δὲ ∆άνδαμις πρὸς αὐτὸν ἀπεκρίνατο· "θέλω κἀγὼ δια κονῆσαί σοι λόγους σοφίας θεοῦ καὶ ἐνθεῖναί σοι νοῦν θεο πρεπῆ, ἀλλὰ σὺ τόπον οὐκ ἔχεις ἐν τῇ ψυχῇ σου ὥστε χωρῆσαι τὴν παρ' ἐμοῦ σοι διακονουμένην δωρεὰν τοῦ θεοῦ· πεπληρώ κασι γάρ σου τὴν ψυχὴν ἄπληστοι ἐπιθυμίαι καὶ ἀκόρεσ τος φιλαργυρία καὶ δαιμονιώδης φιλαρχία, αἵτινες μάχονταί μοι νῦν, ὅτι σε ἐνθάδε περισπῶ καὶ οὐ φονεύεις ἔθνη λαῶν πολλῶν ἐκχέων αἷμα. καὶ λυποῦνται κατ' ἐμοῦ οἱ μετὰ σοῦ, ὅτι πόλιν βλέπουσι μένουσαν καὶ σῳζομένους ἀνθρώπους. σὺ δὲ εἶ πας καὶ ἐπὶ τὸν Ὠκεανὸν ἐλθεῖν καὶ μετ' αὐτὸν ἐπ' ἄλλην οἰ κουμένην καὶ μετ' ἐκείνην πάλιν ἐφ' ἑτέραν καὶ σφόδρα λυπηθή σῃ, ὅταν μὴ ἔχῃς οὓς νικήσεις. πῶς οὖν ἐγὼ δύναμαι θεοῦ σοφί ας σοι λόγους λαλῆσαι τοσαύτῃ ἀλαζονείᾳ καὶ ἐπιθυμίαις ἀμετρή τοις πεπληρωμένης σου τῆς διανοίας, ἣν οὐδ' ὅλος ὁ κόσμος ὑπ ηρετῶν ἐδυνήθη πληροφορῆσαι; 2.22 βραχὺς ἐκτίσθης καὶ γυμνὸς καὶ εἷς ἄνθρωπος παρῆλθες ἐν τῷ κόσμῳ καὶ αὐξηθεὶς διὰ τί τοὺς πάντας κατασφάττεις; ἵνα τὰ πάντων λάβῃς; καὶ ὅταν νικήσῃς τοὺς πάντας καὶ πᾶσαν κτήσῃ οἰκουμένην, τοσαύτην γῆν καθέξεις μόνην, ὅσην ἐγὼ ἀνακείμενος ἢ σὺ καθήμενος· τοσαύτης γῆς κυριεύων ἔνθεν μεταβήσῃ, ὥστε οἱ εὐκαταφρόνητοι ἡμεῖς ἄνευ μάχης καὶ πολέμου ἶσά σοι ἔχομεν τὰ πάντα· γῆν, ὕδωρ, ἀέρα· καὶ πάντα, ὅσα ἔχω, δικαίως ἔχω καὶ οὐδενὸς ἐπιθυμῶ. σὺ δὲ πολεμῶν καὶ ἐκχέων αἵματα καὶ ἀνθρώπους κατασφάττων, ἐὰν πάντας κτήσῃ ποταμούς, ἶσον ἐμοὶ πίνεις ὕδωρ. καὶ οὐκ ἀγωνιῶ οὐδὲ τραύματα φέρω οὐδὲ πόλεις κατασκάπτω καὶ ἴσην ἔχω σοι γῆν καὶ ὕδωρ {καὶ οὐδενὸς ἐπιδέομαι}. 2.23 τοῦτο οὖν, Ἀλέξανδρε, σοφὸν μάθε παρ' ἐμοῦ· μηδὲν ὡς πένης θέλε ἔχειν καὶ πάντα ἐστὶ σὰ καὶ οὐδενὸς δεήσῃ· ἐπιθυ μία γὰρ μήτηρ ἐστὶ πενίας, πενία δὲ ἔργον ἀταξίας κακῷ φαρμά κῳ θεραπευομένη λύπῃ καὶ μηδέποτε εὑρίσκουσα ὃ ζητεῖ μηδ' ἀνα παυομένη ἐφ' οἷς ἔχει, ἀλλ' ἀεὶ βασανιζομένη ἐφ' οἷς οὐ κέκτη ται. 2.24 πλουτήσεις δὲ {ἡδέως} ὡς ἐγώ, ἐάν μοι συζῆν θελήσῃς καὶ ἐάν μοι προσέχῃς καὶ ἀκούῃς μου τῶν λόγων, καὶ