Commentarii in Matthaeum (in catenis) 1 Mt 1, 2 Ἀβραὰμ διὰ πίστεως ἐδικαιώθη· τούτῳ δὲ πιστεύσαντι εἶπεν ὁ θεός· πληθυνῶ τὸ σπέρμα σου καὶ δώσω σοι τὴν γῆν καὶ ἔν σοι ἐνευλογηθήσονται πᾶσαι αἱ φυλαί . εἰ οὖν ἀληθῆ φθέγγεται ὁ θεὸς καὶ σπέρμα Ἀβραὰμ οἱ Ἰουδαῖοι μόνοι τυγχάνουσιν, οὗτοι δὲ οὔτε τῆς γῆς ἐκράτησαν πώποτε οὔτε κρατοῦσιν, ποῦ ἐστι τὸ τοῦ θεοῦ ἀληθὲς τὸ πρὸς Ἀβραὰμ εἰρημένον; ἀλλ' ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν, φανερόν ἐστιν, ὅτι τὴν τῶν ἐθνῶν ἐκκλησίαν σπέρμα ἐκάλεσεν ὁ θεὸς τοῦ Ἀβραάμ . τοῦτο δὲ γέγονε διὰ τοῦ ἐξ αὐτοῦ μέλλοντος γεννηθῆναι Χριστοῦ, εἰς ὃν πιστεύσαντα τὰ ἔθνη σπέρμα Ἀβραὰμ ἐκλήθησαν, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι. 2 Mt 1, 19 Ὅτε εἰς ἀπορίαν λογισμῶν κατέστη ὁ Ἰωσήφ, τότε ὁ ἄγγελος ἐπέστη λύων τὴν ἔριν τῶν λογισμῶν· ὅτι γὰρ διηπορεῖτο, ἐξ ὧν διενοεῖτο δῆλον. ἐβουλήθη γάρ, φησίν, αὐτὴν ἀπολῦσαι λάθρᾳ· οὐκ ἂν οὔτε λάθρᾳ οὔτε ὅλως ἐκπέμψαι βουληθείς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο τῆς γαστρός· ἀλλὰ καὶ νόμῳ καὶ τιμωρίᾳ δίκαιος ὢν μάλιστα παρεδίδου ἄν· ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο· οὐδ' ἐκεῖνο πάλιν ᾔδει θείας ἐνεργείας τὴν κύησιν εἶναι· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρω πίνην τὸ ἔργον ἦν. διὸ τοῖς λογισμοῖς ἐκυμαίνετο καὶ ἠγνόει, ὅπερ ἂν διαπραξάμενος εὐάρεστος δόξῃ τῷ θεῷ. ὅτε ἐν τούτοις ἐκλονεῖτο τοῖς διαλογισμοῖς, τότε λίαν ἁρμοδίως ἧκεν ὁ ἄγγελος στηρίζων αὐτοῦ ἐφ' ᾧπερ ἔδει τὸν νοῦν καί φησιν· μὴ φοβηθῇς καὶ ἑξῆς. Εἰς ἀπορίαν καταστὰς ὁ Ἰωσὴφ περὶ τῆς παρθένου οὐκ ἠπίστατο ἀσφαλῶς τί δεῖ καὶ διαπράξασθαι. ἀποροῦντι δὲ αὐτῷ ὤφθη ὁ ἄγγελος λύων αὐτοῦ τὴν ἀμηχανίαν καὶ ἔτι πρὸς τὴν ἀλήθειαν ὁδηγῶν· εἰ γὰρ ἐγίνωσκε παρανόμου μίξεως εἶναι τὴν κύησιν, οὔτε λάθρᾳ ἂν ἐβουλήθη ἀπολῦσαι οὔτε φανερῶς δίκαιος ὤν, ἀλλὰ πάντα ποιῆσαι, ὅσα ὁ νόμος ἐκέλευεν· διὰ γὰρ ταύτην τὴν αἰτίαν ἠπόρει ὁ Ἰωσὴφ καὶ ὤφθη ὁ ἄγγελος λύσων αὐτοῦ τὴν ἀπορίαν. 3 Mt 1, 20 Πρὸς τοὺς λέγοντας πῶς ἐκ πνεύματος ἁγίου ἡ κύησις οὐ γάρ ἐστιν ὁ Χριστὸς υἱὸς τοῦ πνεύματος, ἀλλὰ τοῦ πατρός ἔστιν εἰπεῖν, ὅτι λέγεται πνεῦμα πᾶσα ἡ θεότης, ὥς φησιν ὁ σωτήρ· πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν . λέγεται δὲ ἰδίως καὶ τὸ πνεῦμα τὸ ἅγιον, τοῦτ' ἔστιν ἡ μία ὑπόστασις· οὐκοῦν καὶ πνεῦμα ἅγιόν ἐστι νοῆσαι καὶ τὴν τοῦ υἱοῦ δύναμιν· καὶ γὰρ καὶ ὁ υἱὸς πνεῦμα καλεῖται καθὸ θεός. οὐ δεῖ δὲ θαυμάσαι· τῷ γὰρ ἐκ μόνου τοῦ ἀνδρὸς ἐξαγαγόντι γυναῖκα δυνατόν ἐστι καὶ ἐκ μόνης γυναικὸς παῖδα ἐξαγαγεῖν. 4 Mt 1, 22 Ἆρα ἀγγέλου φωνῆς ἐστι τὸ τοῦτο δὲ ὅλον γέγονεν ἢ τῆς τοῦ εὐαγγελιστοῦ σοφῆς διανοίας; ἡ μὲν γὰρ γεγενημένη ἑρμηνεία ὡς φωνὴν ἀγγέλου τὸ ῥητὸν ἀναπτύσσει, ἡ δὲ τοῦ λόγου ἀκολουθία τοῦ συγγραφέως εἶναι ἀπαιτεῖ τὴν αἰτιολογίαν. Τὸ ῥητὸν τὸ λέγον τοῦτο δὲ ὅλον γέγονεν τίνος ἂν εἴη, τοῦ ἀγγέλου ἢ τοῦ εὐαγγελιστοῦ; τῷ μὲν δοκεῖν τοῦ ἀγγέλου, ὥς φασί τινες τῶν ἑρμηνευτῶν, τῇ δὲ ἀληθείᾳ τοῦ συγγραφέως. 5 Mt 1, 24 Τὴν γυναῖκα αὐτοῦ, τὴν ὅσον πρὸς ἕτερον ἄνδρα μηδὲ τὸ ὄμμα ἐπι βαλοῦσαν, τὴν τῆς γυναικὸς τάξιν σώαν αὐτῷ καὶ ἀκαινοτόμητον συντηροῦσαν καὶ μηδὲν παραλύσασαν τῆς μνηστείας. Γυναῖκα τοῦ Ἰωσὴφ καλεῖ ἡ γραφὴ τὴν παρθένον ὡς φυλάξασαν πάντα τὰ τῇ σώφρονι γυναικὶ πρέποντα πρὸς τὸν ἑαυτῆς σύζυγον. 6 Mt 2, 13 Εἰς Αἴγυπτον φεύγει ὁ Χριστός, ἵνα καὶ ταύτην ἁγιάσῃ ὥσπερ τὴν Βαβυλῶνα διὰ τῶν μάγων ἡγίασεν ἐλθόντων εἰς προσκύνησιν αὐτοῦ. 7 Mt 2, 15 Φησὶ Βαλαὰμ ἐν τοῖς Ἀριθμοῖς· ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ . 8 Mt 3, 9 Ἐκ τῶν λίθων τούτων, ἐκ παντὸς ἠτιμωμένου καὶ εὐτελοῦς δύναται ὁ θεὸς ἐπιδόξους καὶ μεγάλους ἐγεῖραι τοὺς κάτω κειμένους ἐν εὐτελείᾳ προγονικῇ καὶ περιφανεῖς καὶ ἐπισήμους ἐπιδεῖξαι, ἂν αὐτοὶ μόνον ἀκολουθεῖν αὐτοῦ τοῖς προστάγμασιν ἕλοιντο, ὥσπερ ἐπίσημον καὶ τὸν Ἀβραὰμ καταλιπόντα τὴν πατρῴαν δεισιδαιμονίαν ἀπειργάσατο· οὐ γὰρ πατρὸς δόξῃ, ἀλλ' ἀρετῆς οἰκείας περιφανείᾳ