αὐτῷ καὶ σῳζομένων ἐπὶ γῆς μέν ἐστιν ἡ πολιτεία, ἐν οὐρανῷ δὲ ἡ μισθαποδοσία καὶ ἡ κληρονομία. ἐπεὶ δέ, φησίν, ἔλαβον τὴν ἐξουσίαν πάντων, πορευθέντες ἄνευ φόβου καὶ δειλίας καὶ δισταγμοῦ μαθητεύσατε πάντα τὰ ἔθνη καὶ ἑξῆς· τῆς γὰρ ἐμῆς ἐξουσίας ἡ δύναμις προοδοποιήσει καὶ προετοιμάσει λείαν καὶ εὔκολον ὑμῖν τὴν τῆς διδασκαλίας ἐργαζομένη παραδοχήν. ἔστιν δὲ τῶν ἄλλων τῶν εἰρημένων φυλαττομένων καὶ τοῦτο εἰπεῖν, ὅτι ἐπειδὴ ἀναστὰς πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κατεχομένους ῥυσόμενος συνανέστησεν καὶ τὴν κατ' αὐτῶν ἐξουσίαν, ἣν πρότερον ἐκεῖνοις εἶχεν, αὐτὸς ἀνεδέξατο, εἰκότως φησίν· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ἐπὶ γῆς μέν, ὅτι τούς τε τάφους ἐκένωσα τῶν σωμάτων καὶ περὶ τοὺς μυχοὺς τῆς γῆς τὰ τοῦ ᾅδου ταμεῖα δοκεῖ· ἐν οὐρανῷ δέ, ὅτι τῶν ἀνισταμένων ὁ κλῆρος ἐν τοῖς οὐρανοῖς. τὸ δὲ πορευθέντες μαθητεύσατε, ὅτι οὕτως ἐξατονήσαντος καὶ καταργηθέντος τοῦ ᾅδου, ὃς τὰς τῶν ἀνθρώπων διὰ τῆς σφῶν ἀπωλείας ὑπεδέχετο ψυχάς, καὶ τῆς ἐξουσίας πάσης εἰς ἐμὲ περιελθούσης ῥᾳδία καὶ ἀταλαίπωρος ἔσται ἡ ἐπιστροφὴ καὶ σωτηρία τῶν ἐθνῶν· καὶ γὰρ οὐδ' ἄλλην τινὰ ὁ δεσπότης φαίνεται ἐξουσίαν ἐν οὐρανῷ προσειληφὼς ἢ ἐπὶ γῆς παρ' ἃς ἔφθημεν εἰπόντες· οὐδὲ γὰρ οὐδ' ἔστιν ἄλλη διαγνωσθεῖσα· ἥ τε γὰρ ἐν τῇ ποιήσει καὶ διακοσμήσει τοῦ οὐρανοῦ ἐξ ἀρχῆς αὐτῷ προσοῦσα ἡ αὐτὴ διαμένει. καὶ ἡ ἐπὶ τῆς γῆς δὲ δημιουργία καὶ προαγωγὴ ἀπαράλλακτός ἐστιν καὶ ἀλλοίωσιν οὐ δεχομένη, ὡσαύτως δὲ καὶ πάντων τῶν ἐμπεριεχομένων ἐν αὐταῖς ὁ αὐτὸς ἀκαινοτόμητος τῆς προαγωγῆς καὶ δεσποτείας ὅρος καθορᾶται. καλῶς ἄρα καὶ οἰκείως ἂν ἐκληφθείη τὸ ἐδόθη μοι πᾶσα ἐξουσία καὶ ἑξῆς ἐκλαμβανόμενον κατὰ τὰς προειρημένας καὶ ἀποδεδομένας ἐννοίας.