Quaestiones in evangelia 28.700 ΕΡΩΤΗΣΙΣ αʹ. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μα ρίας τῷ Ἰωσήφ.» ∆ιὰ τί ο

 σύγχρονος. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· «Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο.» Ἐρώτ. ι ς ʹ. «Καὶ ἀναβλέψας εἰς τοὺς οὐρανοὺς, εὐλόγησε τοὺς ἄρτους.» ∆ιὰ τί ἀνέβλ

 σχήματος, ἴσως καὶ τῆς διαλέξεως. Ἐρώτ. κηʹ. «Καὶ ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» ∆ιὰ τί εἶπε, «πρωτότοκον;» Οὐδὲ γὰρ ἔσχεν ἄλλον υἱὸν ἡ Πανα

Quaestiones in evangelia 28.700 ΕΡΩΤΗΣΙΣ αʹ. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μα ρίας τῷ Ἰωσήφ.» ∆ιὰ τί οὐκ εἶπε· Μνηστευθείσης τῆς παρθένου, ἀλλὰ «τῆς μητρὸς αὐτοῦ.» ΑΠΟΚΡΙΣΙΣ. Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ προσδοκῶντά τι τῶν συνήθων ἀκούσασθαι τὸν ἀκροατὴν, καταπλήξῃ τῇ τοῦ παραδόξου πράγμα τος ἐπαγωγῇ, λέγων· «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ἐρώτ. βʹ. «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου κατ' ὄναρ λέγων·» ∆ιὰ τί μὴ φανερῶς φαίνεται ὁ ἄγγελος τῷ Ἰωσὴφ, καθάπερ τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ; Ἀπόκ. Ὅτι σφόδρα πιστὸς ἦν ὁ ἀνὴρ, καὶ οὐ δεόμενος τῆς τοιαύτης ὄψεως. Ἐρώτ. γʹ. «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου.» ∆ιὰ τί εἶπε· Μὴ φοβηθῇς 28.701 Ἀπόκρ. ∆εικνὺς αὐτὸν δεδοικότα μὴ προσκρούσῃ τῷ Θεῷ, ὡς μοιχαλίδα ἔχων. Ἐρώτ. δʹ. ∆ιὰ τί εἶπε, «τὴν γυναικά σου;» Ἀπόκ. Ὡς μὴ διεφθαρμένης αὐτῆς οὔσης. Καλεῖ δὲ αὐτὴν γυναῖκα ἀπὸ τῆς μνηστείας· ὥσπερ εἰώθα μεν γαμβροὺς λέγειν καὶ προγάμους τοὺς μνηστῆρας. Ἐρώτ. εʹ. «Τέξεται δὲ Υἱόν.» ∆ιὰ τί οὐκ εἶπε· Τέξεται δέ σοι; Ἀπόκ. Ὅτι οὐκ αὐτῷ ἔμελλε μόνῳ τίκτεσθαι, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ. Ἐρώτ. ςʹ. «Ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως.» ∆ιὰ τί προσέθηκε τὸ ἀξίωμα, εἰπὼν, «τοῦ βασιλέως;» Ἀπόκ. Ἐπειδὴ καὶ ἕτερος γέγονεν Ἡρώδης ὁ τὸν Πρόδρομον ἀνελών. Ἀλλ' ἐκεῖνος τετράρχης ἦν, οὗτος δὲ βασιλεύς. Ἐρώτ. ζʹ. «Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ.» ∆ιὰ τί οὐκ εἶπε, Τὴν γυναῖκά σου, ἀλλὰ «Τὴν μητέρα αὐτοῦ;» Ἀπόκ. Ἐπειδὴ, τοῦ τόκου πέρας λαβόντος, ἐλύθη τε ἡ ὑποψία, καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. ∆ιὰ τοῦτο οὖν λοιπὸν μετὰ παῤῥησίας διαλέγεται ὁ ἄγγελος, καὶ οὐκ έτι τὴν γυναῖκα αὐτοῦ καλεῖ. Ἐρώτ. ηʹ. «Καὶ φεῦγε Εἰς Αἴγυπτον.» ∆ιὰ τί ἀκούσας· «Φεῦγε εἰς Αἴγυπτον,» οὐκ ἐταράχθη; Ἀπόκ. Ἐπειδὴ πιστὸς ἦν ὁ ἀνὴρ, διὸ ὑπακούει καὶ πείθεται. Ἐρώτ. θʹ. ∆ιὰ τί οὐκ εἰς ἄλλην χώραν πέμπεται, ἀλλ' εἰς Αἴγυπτον; Ἀπόκ. Ἵνα πληρωθῇ ἡ προφητεία ἡ λέγουσα, ὅτι «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.» Ἐρώτ. ιʹ. «Ἀκούσας δὲ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.» ∆ιὰ τί ἀν εχώρησεν; Ἀπόκ. Παιδεύων ἡμᾶς φεύγειν τοὺς πειρασμούς. Οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. Ἐρώτ. ιαʹ. «Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος.» ∆ιὰ τί ἀνέβη εἰς τὸ ὄρος; Ἀπόκ. ∆ιὰ τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον· οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ' ἑαυτοῦ. Ἀλλ' ὅτε μὲν πε ριπατῆσαι ἔδει, αὐτὸς μόνος περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος· ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ ἐκάθητο τόπῳ. Ἐρώτ. ιβʹ. «Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτούς.» ∆ιὰ τί εἶπεν· «Ἀνοίξας τὸ στόμα αὐτοῦ;» Ἀπόκ. Ἵνα μάθωμεν, ὅτι καὶ σιγῶν ἐπαίδευεν, οὐχὶ μόνον φθεγγόμενος. Ἐρώτ. ιγʹ. «Προσέχετε, φησὶ, τὴν ἐλεημοσύνην μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς.» ∆ιὰ τί ἐπὶ μὲν τῆς ἐλεημοσύνης προσέθηκεν εἰπὼν, ἐπὶ δὲ τῆς προσευχῆς καὶ τῆς νηστείας οὐδα μῶς; Ἀπόκ. Ἐπειδὴ τὴν ἐλεημοσύνην μὲν ἀδύνατον πάντη λαθεῖν, εὐχὴν δὲ καὶ νηστείαν δυνατόν. 28.704 Ἐρώτ. ιδʹ. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» ∆ιὰ τί ἀφεὶς τὸν Πατέρα, περὶ τοῦ Υἱοῦ διαλέγεται; Ἀπόκ. Ὅτι ἐκεῖνος μὲν δῆλος ἅπασιν ἦν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ' ὡς Θεός· ὁ δὲ Μονογενὴς ἠγνοεῖτο. Καὶ εἰκότως τὴν περὶ αὐτοῦ γνῶσιν ἐκ προοι μίων ἐσπούδασε διδάξαι τοὺς οὐκ εἰδότας αὐτόν. Ἐρώτ. ιεʹ. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» ∆ιὰ τί οὐκ εἶπεν ἐν Θεῷ; Ἀπόκ. Πρῶτον μὲν τὴν καθ' ὑπόστασιν αὐτοῦ ἀϊδιότητα ἐμφαίνων ἡμῖν· εἶτα καὶ σαφέστερον αὐτῷ προϊὼν, ἀπεκάλυψεν ἐπαγαγὼν, ὅτι ὁ Λόγος οὗτος καὶ Θεὸς ἦν. «Ἐν τῷ κόσμῳ ἦν·» οὐχ ὡς τοῦ κόσμου

1