Quaestiones in evangelia 28.700 ΕΡΩΤΗΣΙΣ αʹ. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μα ρίας τῷ Ἰωσήφ.» ∆ιὰ τί ο

 σύγχρονος. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· «Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο.» Ἐρώτ. ι ς ʹ. «Καὶ ἀναβλέψας εἰς τοὺς οὐρανοὺς, εὐλόγησε τοὺς ἄρτους.» ∆ιὰ τί ἀνέβλ

 σχήματος, ἴσως καὶ τῆς διαλέξεως. Ἐρώτ. κηʹ. «Καὶ ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» ∆ιὰ τί εἶπε, «πρωτότοκον;» Οὐδὲ γὰρ ἔσχεν ἄλλον υἱὸν ἡ Πανα

σύγχρονος. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· «Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο.» Ἐρώτ. ι ςʹ. «Καὶ ἀναβλέψας εἰς τοὺς οὐρανοὺς, εὐλόγησε τοὺς ἄρτους.» ∆ιὰ τί ἀνέβλεψε, καὶ οὕτως εὐλόγησεν; Ἀπόκ. Πρῶτον μὲν ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ Πατρός ἐστι· δεύτερον δὲ παιδεύων ἡμᾶς, μὴ πρότερον ἅπτεσθαι τραπέζης ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν παρέχοντι. Ἐρώτ. ιζʹ. ∆ιὰ τί ἐν ἐρήμῳ τὸ τῶν ἄρτων θαῦμα ποιεῖ, καὶ πεντακισχιλίους τρέφει; Ἀπόκ. Ἵνα μεθ' ὑπερβολῆς ἀνύποπτον ὑπάρξῃ τὸ θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην κειμένην εἰσενεγκεῖν τι εἰς τὴν τράπεζαν. Ἐρώτ. ιηʹ. Καὶ ἦραν ἐκ τῶν περισσευμάτων κλασμάτων. ∆ιὰ τί οὐχ ὁλόκληροι ἄρτοι, ἀλλὰ κλάσματα ἐπερίσσευσαν. Ἀπόκ. Ἵνα δείξῃ, ὅτι τῶν πέντε ἄρτων εἰσὶ ταῦτα πλάσματα, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον, καὶ ἵνα μή τις φαντασίαν νομίσῃ εἶναι τοῦτο. Ἐρώτ. ιθʹ. «∆ώδεκα κοφίνους.» ∆ιὰ τί δώδεκα κοφίνους ἐπλήρωσαν; Ἀπόκ. Ἵνα καὶ Ἰούδας βαστάσῃ. Ἐδύνατο μὲν γὰρ καὶ σβέσαι τῶν ὄχλων τὴν πεῖναν· ἀλλ' οὐκ ἂν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν. Ἐρώτ. κʹ. ∆ιὰ τί οὐχ ὁ Πιλᾶτος ὁρᾷ, ἀλλ' ἡ τούτου γυνή; Ἀπόκ. Πρῶτον μὲν ὅτι ἐκείνη ἀξία ἦν, ἢ μᾶλλον ὅτι, εἰ αὐτὸς εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως· ἢ οὐδ' ἂν ἐξεῖπεν· διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσιν. Ἐρώτ. καʹ. «Καὶ συσταυροῦσιν αὐτῷ δύο λῃστὰς, ἕνα ἐκ δεξιῶν, καὶ ἕνα ἐξ εὐωνύμων.» ∆ιὰ τί μέσον αὐτὸν ἐσταύρωσαν τῶν λῃστῶν, καὶ διὰ τί κράξας ἀφῆκε τὸ πνεῦμα; Ἀπόκ. Ἵνα τῇ δόξῃ τῇ ἐκείνων κοινωνήσῃ, ἢ ἵνα πληρωθῇ τὸ ῥηθέν· ὅτι καὶ «Μετὰ ἀνόμων ἐλογίσθη·» καὶ ἵνα δειχθῇ, ὅτι κατ' ἐξουσίαν τὸ πρᾶγμα γίνεται· καθὼς καὶ ἔλεγεν, ὅτι «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» 28.705 Ἐρώτ. κβʹ. «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Πῶς ὁ μὲν Ματθαῖος, ὅτι εἶπεν ὁ Χριστὸς τῷ Πέτρῳ· «Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με·» ὁ δὲ Μάρκος λέγει, ὅτι, ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυών· ὅτε δὲ τρίτον, τότε δεύτερον; Πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα; Ἀπόκ. Ἐπειδὴ καθ' ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ἀλεκτρυὼν, δηλῶν ὁ Μάρκος, ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν. Ὥστε ἀμφότερα ἀληθῆ εἰσι. Πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο. Οὕτω δὲ περιδεὴς ἦν καὶ σφόδρα ἀποτεθνηκὼς τῷ δέει, ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ' οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως οὗ τὸ βλέμμα τοῦ διδασκάλου γέγονεν αὐτῷ ἀντὶ φωνῆς. Καὶ τοῦτο ὁ Λουκᾶς δηλῶν φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστός. Ἐρώτ. κγʹ. «Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.» ∆ιὰ τί ἐξελθὼν ἔξω ἔκλαυσεν; Ἀπόκ. Ἐπειδὴ οὐκ ἐτόλμα φανερῶς ἔμπροσθεν πάντων, ἵνα μὴ κατηγορηθῇ διὰ τῶν δακρύων, καὶ γνωσθῇ μαθητὴς αὐτοῦ εἶναι. Ἐρώτ. κδʹ. «Ἐσθιόντων δὲ εἶπεν αὐτοῖς ὁ Χριστὸς, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με.» ∆ιὰ τί, ἐσθιόντων αὐτῶν, περὶ τῆς προδοσίας αὐτοῖς διαλέγεται; Ἀπόκ. Ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τοῦ προδότου. Καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν. Ἐρώτ. κεʹ. «Εἷς ἐξ ὑμῶν παραδώσει με.» ∆ιὰ τί οὐκ εἶπεν· Ὁ δεῖνά με παραδώσει· ἀλλ' «Εἷς ἐξ ὑμῶν παραδώσει με,» φειδόμενος καὶ ἐν τούτῳ; Ἀπόκ. Φειδόμενος καὶ ἐν τούτῳ τοῦ προδότου· ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τοῦ λαθεῖν. Καὶ αἱρεῖται φοβῆσαι ἅπαντας ὑπὲρ τοῦ διασῶσαι τοῦτον. Ἐρώτ. κ ςʹ. «Ἦσαν δὲ καὶ αἱ γυναῖκες συνακολουθήσασαι ἀπὸ τῆς Γαλιλαίας.» ∆ιὰ τί μέμνηται τῶν γυναικῶν τῶν συνακολουθησασῶν αὐτῷ; Ἀπόκ. Ὅπως δείξῃ τὴν πολλὴν αὐτῶν προσεδρίαν, καὶ ὅτι μέχρι τῶν κινδύνων παρῆσαν. Ὅτε γὰρ οἱ μαθηταὶ ἔφυγον, αὗται προσεκαρτέρουν. Ἐρώτ. κζʹ. «Πῶς σὺ, φησὶν, Ἰουδαῖος ὢν ζητεῖς παρ' ἐμοῦ πιεῖν ὕδωρ, Σαμαρείτιδος οὔσης;» Πόθεν αὐτὸν γνωρίσασα, Ἰουδαῖον εἶναι, φησὶ πρὸς αὐτόν· «Πῶς σὺ Ἰουδαῖος ὤν;» Ἀπόκ. Ἀπὸ τοῦ

2