1

 2

 3

 4

 5

 6

 7

1

Homilia adversus eos qui irascuntur

ΟΜΙΛΙΑ Ιʹ. Κατὰ ὀργιζομένων.

Ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ τὸν

λόγον τῆς τέχνης γίγνη ται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ' αὐτῶν ὠφέλιμον διαδείκνυται· οὕτως ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπειδὰν μάλιστα τὴν ἔκβασιν μαρτυ ροῦσαν λάβῃ τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθομένων τελείωσιν ἀναφαίνεται. Ἀκούον τες μὲν γὰρ τῶν Παροιμιῶν διαῤῥήδην ἀποφαινομέ νων, ὅτι Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους· ἀκούον τες δὲ καὶ ἀποστολικῶν παραινέσεων· Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ· καὶ τοῦ Κυρίου λέγοντος τὸν ὀργιζό μενον εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχον εἶναι τῇ κρίσει· νῦν ὅτε εἰς πεῖραν ἤλθομεν τοῦ πάθους, οὐκ ἐν ἡμῖν γενομένου, ἀλλ' ἔξωθεν ἡμῖν προσπεσόντος ὥσπερ καταιγίδος τινὸς ἀδοκήτου, τότε μάλιστα τὸ θαυ μαστὸν τῶν θείων παραγγελμάτων ἐπέγνωμεν. ∆όν τες μὲν αὐτοὶ τῇ ὀργῇ τόπον, ὥσπερ ῥεύματι βιαίῳ διέξοδον, καταμανθάνοντες δὲ ἐν ἡσυχίᾳ τὴν ἀσχή μονα ταραχὴν τῶν ὑπὸ τοῦ πάθους κατεχομένων, ἐπέγνωμεν ἐπὶ τῶν ἔργων τὴν εὐστοχίαν τοῦ ῥήμα τος· ὅτι Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἐπειδὰν γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ πάθος αὐτὸ τὴν δυναστείαν τὴν ψυχῆς παραλάβῃ, ἀποθη ριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ, οὐκέτι ἔχοντα τὴν ἐκ τοῦ λόγου βοήθειαν. Ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ὁ ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμὸς γίνεται. Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνου σιν ὥσπερ οἱ ὄφεις.

Οἶδε καὶ ἡ Γραφὴ τοὺς ὑπὸ τοῦ πάθους κεκρατημένους ταῖς τῶν θηρίων προσηγο ρίαις ἀποκαλεῖν, οἷς ἑαυτοὺς διὰ τῆς πονηρίας ᾠκε ίωσαν. Κύνας γὰρ ἐννεοὺς, καὶ ὄφεις, γεννήματα ἐχιδνῶν, καὶ τὰ τοιαῦτα προσαγορεύει. Οἱ γὰρ ἕτοι μοι πρὸς τὴν κατ' ἀλλήλων φθορὰν, καὶ τὴν κατὰ τῶν 31.356 ὁμοφύλων βλάβην, εἰκότως ἂν θηρίοις καὶ ἰοβό λοις συναριθμοῖντο, οἷς ἀδιάλλακτον ἐκ φύσεως ἐν υπάρχει πρὸς ἀνθρώπους τὸ μῖσος.

∆ιὰ θυμὸν ἀχάλινοι γλῶσσαι, καὶ ἀπύλωτα στόματα· χεῖρες ἀκρα τεῖς, ὕβρεις, ὀνείδη, κακηγορίαι, πληγαὶ, τὰ ἄλλα ὅσα οὐδ' ἂν ἐξαριθμήσαιτό τις, ὀργῆς καὶ θυμοῦ ἔκγονά ἐστι πάθη. ∆ιὰ θυμὸν καὶ ξίφος ἀκο νᾶται· θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀνθρωπείας τολμᾶται. ∆ιὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν, γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο. Ἀγνοοῦσι μὲν γὰρ ἑαυτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοῦ τοὺς ἐπιτηδείους. Ὥσπερ γὰρ αἱ χαράδραι, πρὸς τὰ κοῖλα συῤῥέουσαι, τὸ προστυχὸν παρασύρουσιν· οὕτως αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οὐ πολιὰ τοῖς θυμουμένοις αἰδέσιμος, οὐκ ἀρετὴ βίου, οὐκ οἰκειότης γένους, οὐ προλαβοῦσαι χάριτες, οὐκ ἄλλο τι τῶν τιμίων. Μανία τίς ἐστιν ὀλιγοχρόνιος ὁ θυμός. Οἵ γε καὶ εἰς προὖπτον κακὸν ἑαυτοὺς πολλάκις ἐμβάλλουσι, τῇ πρὸς τὴν ἄμυναν σπουδῇ τοῦ καθ' ἑαυτοὺς ἀμελοῦντες. Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνήμῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδά ζοντος αὐτοῖς τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπολήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύ ναντι, ἤ πού τι καὶ προσλαβεῖν, ἐὰν τύχῃ· ὥσπερ που πολλάκις τὰ βιαίως καταῤῥηγνύμενα ἔπαθέ τι πλέον ἢ ἔδρασε τοῖς, ἀντιτύποις περιθραυ σθέντα.

Τίς ἂν ἐφίκοιτο τοῦ κακοῦ; ὅπως οἱ ὀξύῤῥοποι πρὸς θυμὸν ὑπὸ τῆς τυχούσης προφάσεως ἐξαπτόμε νον, βοῶντες καὶ ἀγριαίνοντες, καὶ τίνος οὐχὶ ἰοβό λων