1

 2

 3

 4

 5

 6

 7

6

τοῦ Ζαμβρὶ καὶ τῆς Μαδιανίτιδος ἀναφανδὸν καὶ ἀπηρυθριασμένως γινομένην, οὐδὲ συγκαλυπτόντων αὐτῶν τῆς αἰσχύνης τὴν ἀσχή-μονα θέαν, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι' ἀμφοῖν ἐλάσας τὸν σειρομάστην. Σαμουὴλ δὲ τὸν Ἀγὰγ τὸν βασιλέα τοῦ Ἀμαλὴκ ὑπὸ τοῦ Σαοὺλ παρὰ τὸ πρόσταγμα τοῦ Θεοῦ περισωθέντα οὐχ ὑπὸ δικαίας ὀργῆς εἰς μέσον ἀγαγὼν κατεφόνευσεν; Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης. Ἠλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ τετρα-κοσίους ἄνδρας ἱερεῖς τῶν ἀλσῶν, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσε. Σὺ δὲ ὀργίζῃ τῷ ἀδελφῷ σου εἰκῆ. Πῶς γὰρ οὐκ εἰκῆ, ἄλλου ἐνεργοῦντος, ἄλλῳ χαλεπαίνων αὐτός; Καὶ ποιεῖς τὸ 31.369 τῶν κυνῶν· οἳ τοὺς λίθους δάκνουσι, τοῦ βάλλοντος οὐ προσαπτόμενοι. Ὁ ἐνεργούμενος ἐλεεινός· ὁ δὲ ἐνεργῶν μισητός.

Ἐκεῖ τὸν θυμὸν μετάθες ἐπὶ τὸν ἀνθρωποκτόνον, τὸν τοῦ ψεύδους πατέρα, τὸν ἐργάτην τῆς ἁμαρτίας· τῷ δὲ ἀδελφῷ καὶ συμπάθησον, ὅτι, ἐὰν ἐπιμείνῃ τῇ ἁμαρτίᾳ, μετὰ τοῦ διαβόλου παραδοθήσεται τῷ αἰωνίῳ πυρί. Ὥσπερ δὲ τὰ ὀνόματα διάφορα θυμοῦ καὶ ὀργῆς, οὕτω καὶ τὰ ὑπ' αὐτῶν σημαινόμενα πλεῖστον ἀλλήλων διαφέρει. Ἔστι γὰρ θυμὸς μὲν οἷον ἔξαψίς τις καὶ ἀναθυμίασις ὀξεῖα τοῦ πάθους· ὀργὴ δὲ ἔμμονος λύπη καὶ ὁρμὴ διαρκὴς πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν, ὥσπερ ὀργώσης τῆς ψυχῆς πρὸς τὴν ἄμυναν.

Εἰδέναι οὖν χρὴ, ὅτι κατ' ἀμφοτέρας τὰς διαθέσεις πλημμελοῦσιν οἱ ἄνθρωποι· ἢ μανικῶς καὶ ἐμπλήκτως κατὰ τῶν παροξυνόντων κινούμενοι, ἢ δολερῶς καὶ ἐπιβούλως τοὺς λυπήσαντας ἐνεδρεύοντες· ἅπερ ἀμφότερα φυλακτέον ἡμῖν. Πῶς ἂν οὖν μὴ κινοῖτο πρὸς ἃ μὴ δεῖ τὸ πάθος; Πῶς; Εἰ προπαιδευθείης τὴν ταπεινοφροσύνην, ἣν ὁ Κύριος καὶ λόγῳ διετάξατο, καὶ ἔργῳ ὑπέδειξε· νῦν μὲν λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων ἔσχατος· νῦν δὲ πράως καὶ ἀκινήτως τοῦ τύπτοντος ἀνεχόμενος. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς ποιητὴς καὶ δεσπότης, ὁ παρὰ πάσης τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως προσκυνούμενος, ὁ Φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχὶ ζῶντα ἔπεμψεν αὐτὸν εἰς τὸν ᾅδην, τῆς γῆς ὑποῤῥαγείσης τῷ δυσσεβεῖ, ἀλλὰ νουθετεῖ καὶ διδάσκει· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐὰν γὰρ ἐθισθῇς πάντων ἔσχατος εἶναι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, πότε ἀγανακτήσεις ὡς παρὰ τὴν ἀξίαν καθυβρισμένος; Ὅταν σε παιδίον νήπιον λοιδορήσῃ, γέλωτος ἀφορμὴν ποιῇ τὰ λοιδορήματα· καὶ ὅταν ὑπὸ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν φθέγγηται ῥήματα ἀτιμίας, ἐλεεινὸν ἡγῇ μᾶλλον ἢ μίσους ἄξιον. Οὐ τοίνυν τὰ ῥήματα πέφυκε τὰς λύπας κινεῖν, ἀλλ' ἡ κατὰ τοῦ λοιδορήσαντος ἡμᾶς ὑπεροψία, καὶ ἡ ἑκάστου περὶ ἑαυτὸν φαντασία. Ὥστε ἂν ἀφέλῃς τῆς ἑαυτοῦ διανοίας τούτων ἑκάτερον, ψόφος ἐστὶν ἄλλως διακενῆς ἠχῶν τὰ φερόμενα.

Παῦσαι οὖν ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμὸν, ἵνα φύγῃς τῆς ὀργῆς τὴν πεῖραν, τῆς Ἀποκαλυπτομένης ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ἐὰν γὰρ λογισμῷ σώφρονι ἐκτεμεῖν δυνηθῇς τὴν πικρὰν ῥίζαν τοῦ θυμοῦ, πολλὰ τῶν παθῶν τῇ ἀρχῇ ταύτῃ συναναιρήσεις. Καὶ γὰρ τὸ δολερὸν καὶ ὕποπτον, καὶ ἄπιστον καὶ κακόηθες, καὶ ἐπίβουλον καὶ θρασὺ, καὶ πᾶν τὸ τῶν τοιούτων 31.372 πονηρῶν σμῆνος, ταύτης τῆς κακίας ἐστὶν ἀποβλαστήματα. Μὴ δὴ οὖν ἐπεισάγωμεν ἑαυτοῖς κακὸν τοσοῦτον· ἀῤῥωστίαν ψυχῆς, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ταῖς ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πάροδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυμοὶ, ἐριθεῖαι, φιλονεικίαι, θορύβους