De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ΚΕΦ. πδʹ. Ἐκ τῶν τοῦ Μαγίστρου Πέτρου. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ κόμητος ἀδμινσιόνων καὶ κόμητος σχολῆς καὶ κωροπαλάτου.
Ὁ κόμης τῶν ἀδμηνσιόνων ἐπὶ σιλεντίου γίνεται, καὶ καθημένου τοῦ βασιλέως ἐν κονσιστωρίῳ· πολλάκις δὲ καὶ εἰς ἱππικὸν ἀνιὼν, ποιεῖ αὐτὸν ἐν τῷ μεγάλῳ τρικλίνῳ, ἐν ᾧ τό 387 πῳ δέχεται τοὺς ἄρχοντας. γίνεται δὲ οὕτως· μετὰ τὸ κιτεῦσαι τὸν μάγιστρον καὶ εἰσελθεῖν τὸν μάγιστρον καὶ πάντας τοὺς ἄρχοντας ἐπιτρέπει τῷ κόμητι τῶν ἀδμηνσιόνων τῷ μέλλοντι παύεσθαι ἐνεγκεῖν τὸν πρῶτον δικουρίωνα, λέγων αὐτῷ, ὡς ἐπὶ τῶν ἄλλων ἀρχόντων, τὸ ὄνομα αὐτοῦ. ὁ δὲ ἀπελθὼν φέρει αὐτὸν, καὶ ἐπιδίδωσιν αὐτῷ ὁ βασιλεὺς τὰ κωδικέλλια τοῦ κόμητος τῶν ἀδμηνσιόνων [ἐπιτρέπει ἐνεγκεῖν], καὶ λαβὼν φιλεῖ τοὺς πόδας αὐτοῦ, καὶ ἵσταται ἔμπροσθεν αὐτοῦ. αὐτῷ οὖν τῷ δεξαμένῳ τὰ κωδικέλλια τοῦ κόμητος τῶν ἀδμηνσιόνων ἐπιτρέπει ἐνεγκεῖν τὸν παυόμενον, τουτέστιν τὸν ἀπὸ κομήτων ἀδμηνσιόνων, καὶ λαβὼν αὐτὸν ὁ γενόμενος κόμης προσάγει αὐτῷ, καὶ ἐπιδίδωσιν αὐτῷ ὁ βασιλεὺς κωδικέλλιν ἰλλουστρίου, καὶ δεξάμενος αὐτὸς φιλεῖ τοὺς πόδας αὐτοῦ κάτω. καὶ λαβὼν αὐτὸν ὁ κόμης τῶν ἀδμηνσιόνων ἀπάγει καὶ ἵστησιν αὐτὸν ἐν τῷ τόπῳ αὐτοῦ μετὰ τοὺς ἀγέντες πρὸ πάντων τῶν ὀνοραρίων ἰλλουστρίων. τοῦτο γὰρ τὸ προνόμιον δίδωσιν αὐτοῖς, ὡς εἴρηται, ἡ διάταξις. τοὺς δὲ κόμητας σχολῶν ἢ κουροπαλάτας ἐὰν βουληθῇ ἐν κονσιστωρίῳ προαγαγεῖν, ὡς ἐπὶ τῶν ἄλλων προαγωγῶν καὶ τούτους ποιεῖ. ὡς ἐπὶ πολὺ δὲ κατέσχεν ἔθος ἰδίᾳ ἐν τῷ κουβουκλείῳ γίνεσθαι αὐτοὺς καὶ πρὸ ἀρίστου καὶ δείλης, ὡς ἂν δόξῃ τῷ βασιλεῖ.
388 ΚΕΦ. πεʹ. Τοῦ αὐτοῦ Πέτρου.
Ὅσα δεῖ παραφυλάττειν, ὅτε γένηται αὐγουστάλιος ἢ ἀνθύπατος. Τὰ μανδάτα δίδεται τῇ πρὸ μιᾶς σιλεντίου, καὶ τὸν αὐγουστάλιον Ἀλεξανδρείας ἔπαυσεν. καὶ μετὰ τὸ γενέσθαι πάντα τὰ ἐξ ἔθους δίδωσιν αὐτῷ κωδικέλλια. οὐκ εὐχαριστεῖται δὲ ὁ βασιλεὺς, ὡς ἐπὶ τῶν ἄλλων ἀρχόντων. κόμης γὰρ κονσιστωριανὸς γίνεται, ἐὰν μὴ ἔχει ἄλλο ἀξίωμα, καὶ εἰς τὰς μίνσας μετὰ τῶν κομήτων ἵσταται. συνεξέρχεται δὲ τοῖς ἐπάρχοις, καὶ οὐ κράζουσιν αὐτῷ τὰ σκρινία. ἐπὰν δὲ συνεξέλθῃ μέχρι τῆς ῥιγίας, φορῶν τὸ ἀτραβατικὸν, οὕτως, ὡς ἔχει, συγκάθηται τῷ ἐπάρχῳ τῶν πραιτορίων εἰς τὸ ὄχημα αὐτοῦ, καὶ ἀπέρχεται μέχρι τοῦ πραιτωρίου, καὶ ἐκεῖ κατέρχεται, καὶ συνεισέρχεται εἰς τὸ σέκρετον αὐτοῦ, καὶ συντάττεται αὐτῷ καὶ ἀναχωρεῖ. τὸ αὐτὸ δὲ σχῆμα γίνεται καὶ ἐν τῷ Ἠλυρικῷ, καὶ συγκάθηται ὁ ἀνθύπατος τοῖς ἐπάρχοις.
389 ΚΕΦ. πςϛʹ. Περὶ διαφορᾶς στρατειῶν, καὶ πόθεν αὗται δίδονται, καὶ τί
ἁρμόζει ἑκάστῳ σκρινίῳ, ὅσα εὑρεῖν ἠδυνήθημεν.
Ὁ γινόμενος σιλεντιάριος εἰσάγεται διὰ τοῦ πραιποσίτου πρὸς τὸν δεσπότην, φορῶν ἀτραβατικὸν χλανίδιν, καὶ ἐπιδίδωσιν ὁ ὀστιάριος τῷ δεσπότῃ τὸ χρυσέον βεργήν. καὶ ὁ βασιλεὺς ἐπιδίδωσιν αὐτὸ τῷ γινομένῳ σιλεντιαρίῳ, καὶ τοῦτό ἐστιν ἡ στρατεία αὐτοῦ· λαμβάνει δὲ τὸ καλούμενον νιρεγιάτον, ἤγουν Ῥωμαϊστὶ νηβενσιατὸν, τουτέστιν καθ' ἡμᾶς τύπον γινόμενον ἐν τῷ σκρινίῳ τοῦ βενεφικίου τοῦ λατερκούλου. ἔξωθεν δὲ ποιοῦσιν προσσυμβόλαια πρὸς ἀλλήλους μετὰ τοῦ πιπράσκοντος ὁ ἀγοράζων· εἰ δὲ εἰς τόπον ἔτι στρατευμένου γίνεται, χρὴ πραγματικὸν τύπον καταπεμφθῆναι τῷ μαγίστρῳ τὸν παρέχοντα τῷ στρατευομένῳ ταύτην τὴν ἄδειαν ὥστε ἐξεῖναι αὐτῷ τίρονα βαλεῖν εἰς τὸν ἴδιον αὐτοῦ τόπον, καὶ ἔτι στρατεύεσθαι. ὁ δὲ βαλόμενος σοῦπερ νούμερος οὐ λαμβάνει ἐκ τοῦ δημοσίου ἀνώνας,