De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
πολύτριχον, καὶ εὐτρεπίζειν εἰς συνεστίασιν φίλους ἐπὶ μὲν τῆς βασιλικῆς τραπέζης μαγίστρους, ἀνθυπάτους πατρικίους στρατηγοὺς ὀκτὼ καὶ Βουλγάρους φίλους δύο καὶ τοὺς δύο δημάρχους Βενέτων τε καὶ Πρασίνων· εἰσάγειν δὲ καὶ ἐξάγειν αὐτοὺς χλανιδοφόρους, καθὰ καὶ ἀνωτέρω δεδήλωται. ἐν δὲ τοῖς ἑκατέρων μερῶν ἀκουβίτοις δεῖ ὑμᾶς καλεῖν βασιλικοὺς ἀνθρώπους ἐθνικοὺς πάντας, οἷον Φαργάνους, Χαζάρους, Ἀγαρηνοὺς, Φράγγους καὶ ὅσοι τῆς βασιλικῆς ἐξ αὐτῶν ἀπολαύουσι τῶν ῥογῶν προμηθείας· εἰσάγειν δὲ αὐτοὺς ἅπαντας καὶ ἐξάγειν μετὰ τὸ ἐθνικὸν ἴδιον σχήμα, οἱνονεὶ τὸ παρ' αὐτῶν ἐπιλεγόμενον καβάδιον. καὶ εἶθ' οὕτως τῇ ἀπὸ ταύτης εἰσιούσῃ τῆς ἑβδομάδος τετράδῃ προσκαλεῖσθαι τὸν πατριάρχην μετὰ τῶν αὐτοῦ ἡγουμένων καὶ μοναχῶν, ὡς προλέλεκται. ἐπὶ δὲ τῆς ἑβδόμης ἡμέρας τῶν αὐτῶν ἀκουβίτων δεῖ ὑμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν ἐπὶ τῆς βασιλικῆς τραπέζης ἀνθυπάτους πατρικίους στρατηγοὺς, ὀφφι 750 κιαλίους σὺν τῷ ὑπάρχῳ τῆς πόλεως καὶ τῷ δρουγγαρίῳ τῶν πλοΐμων, φίλους δύο καὶ δέκα· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, καθὰ καὶ δεδήλωται· ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις καλεῖν εἰς ἑστίασιν τὸν σύμπονον καὶ τὸν λογοθέτην τοῦ πραιτωρίου, τὸν τοποτηρητὴν τῶν πλοΐμων, τὸν χαρτουλάριον τοῦ πλοΐματος, τὸν κόμητα τοῦ πλοΐματος, κεντάρχους ὁμοίως, κριτὰς τῶν ῥεγεώνων, ἐπόπτας τῆς πόλεως, γειτονειάρχας, τὸν λεγατάριον τοῦ πραιποσίτου, τὸν κεντυρίωνα, τοὺς πρωτοκαγκελλαρίους, καγκελλαρίους καὶ μανδάτορας τοῦ πλοΐμου, τὸν ἀριθμὸν σδʹ· εἰσάγειν δὲ καὶ ἐξάγειν αὐτοὺς μετὰ τῶν οἰκείων σκαραμαγγίων, πλὴν τῶν τοποτηρητῶν μετὰ καὶ σαγίων ῥωέων, καθὼς ἀνωτέρω δεδήλωται. ἐπὶ δὲ τῆς ὀγδόης ἡμέρας τῶν αὐτῶν ἀκουβίτων ἐκτελεῖται τὸ βωτὸν παιζοδρόμιον, καὶ δεῖ ὑμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων τοὺς προὔχοντας τῆς τάξεως τοῦ μυστικοῦ κουβουκλείου, οἷον πραιποσίτους, πρωτοσπαθαρίους εὐνούχους, πριμικηρίους, ὀστιαρίους, τὸν ἀριθμὸν ηʹ, τὸν χαρτουλάριον τῆς βασιλικῆς σακέλλης, τὸν ἐπὶ τοῦ εἰδικοῦ λόγου, τὸν ἀκτουάριον καὶ τὸν τῆς καταστάσεως· εἰσάγειν δὲ αὐτοὺς μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, οὐ καθὼς τοὺς λοιποὺς ἅπαντας ἐν ταῖς προλεχθείσαις ἡμέραις ἐκ τῶν κάτω πρὸς τὰ ἄνω σὺν τῷ καστρησίῳ τὴν πορίαν ποιούμενοι, ἀλλ' αὖθις σὺν τῇ ἐξόδῳ τῆς βασιλικῆς ἀ 751 νακλήσεως στιχίζειν αὐτοὺς κατὰ τὸ ἴδιον ἀξίωμα κύκλῳ τῆς τιμίας βασιλικῆς τραπέζης, καὶ ἅμα τῆς ἐκφωνήσεως τῶν παρεστώτων βουκαλίων ἀνακλίνειν αὐτοὺς ἐν τῇ λαμπροτάτῃ τραπέζῃ, ἐξάγειν δὲ αὐτοὺς πάλιν τῇ αὐτῇ ἀκολουθίᾳ, ὡς εἴρηται. ἐπὶ δὲ τοῖς λοιποῖς ἀκουβίτοις πρὸ τῆς βασιλικῆς ἀνακλήσεως προανακλίνονται πένητες οἱ τὰ σφραγίδια εἰληφότες, καὶ ἔτι αὐτῶν ἀνακειμένων καὶ ἐσθιόντων, ἐν τῷ καιρῷ τοῦ μίνσου τῶν δουλκίων, ἀναλαμβάνονται τὰ δοθέντα σφραγίδια ὑπὸ ἀρτικλίνου, καὶ δίδοται κατὰ τύπον παρὰ τοῦ εἰδικοῦ λόγου ἑκάστῳ πένητι εἰς βασιλικὴν εὐλογίαν ἀποκόμβιον ἔχον ἔνδοθεν νόμισμα ἕν. ἐπὶ δὲ τῆς ἐννάτης ἡμέρας τῶν αὐτῶν ἀκουβίτων τελεῖται κλητώριον δείπνου, ὃ καὶ τρυγητικὸν καλεῖται, καὶ δεῖ ὑμᾶς προευτρεπίζειν εἰς συνεστίασιν τοῦ δείπνου τῷ βασιλεῖ φίλους ιβʹ, οἷον μαγίστρους, ἀνθυπάτους πατρικίους στρατηγοὺς ὀκτὼ, φίλους Βουλγάρων δύο, καὶ τοὺς ἑκατέρων δύο δημάρχους. προσκαλοῦνται δὲ οὗτοι παρὰ τοῦ βασιλέως διὰ τοῦ ἀρτικλίνου πρωΐας, καὶ μίνσων διδομένων, συνεισέρχονται πάντες οἱ κεκλημένοι εἰς συνεστίασιν τῷ βασιλεῖ πρὸς ἑσπέρας, καὶ εἰσάγονται καὶ ἐξάγονται πάντες μετὰ τῶν οἰκείων ἀλλαξιμάτων καὶ καμπαγίων κατὰ ἀκολουθίαν καὶ τύπον τῶν προγραφέντων ἐν τοῖς ἄνω. ἐν δὲ τοῖς ἑκατέρων τῶν μερῶν ἀκουβίτοις δεῖ ὑμᾶς καλεῖν κατὰ τὸν ὅρον τῆς πρώτης ἡμέρας τοὺς 752 ὑπὸ καμπάγιον συγκλητικοὺς ἅπαντας, οἷον ἀσηκρήτας, ἀπὸ τῆς τῶν σπαθαροκανδιδάτων ἀξίας καὶ κατωτέρω, χαρτουλάριον τοῦ γενικοῦ λογοθέτου, χαρτουλάριον τοῦ στρατιωτικοῦ λογοθέτου, ἀντιγραφεῖς τοῦ κυέστορος, τὸν σύμπονον, τὸν λογοθέτην καὶ τοὺς κριτὰς, νοταρίους τοῦ σακελλίου, νοταρίους τοῦ βεστιαρίου, νοταρίους τοῦ εἰδικοῦ, ὑπάτους, σιλεντιαρίους, βεστήτορας καὶ μικροὺς ἄρχοντας τῶν ταγμάτων, οἷον σκηπτροφόρους, σιγνοφόρους, εὐτυχοφόρους, δρακοναρίους, σινάτορας καὶ δουκινιάτορας, καὶ τοὺς ἑκατέρων μερῶν δρομεῖς ἅπαντας. δεῖ δὲ εἰσάγειν τοὺς μὲν συγκλητικοὺς ἅπαντας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων καὶ καμπαγίων, τοὺς δὲ δρομεῖς πάντας μετὰ τῶν αὐτῶν ποδέων, καὶ τοὺς μὲν νικητὰς ἐπὶ τῆς κρείττονος θέσεως τῶν ἀκουβίτων προσανακλίνειν, τοὺς δὲ ἡττηθέντας ἐπὶ τῆς ἑτέρας θέσεως, ἐν ᾗ καὶ τοὺς πένητας· μετὰ δὲ τὴν