Fragmenta homiliae de uno filio Τοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς περὶ ἑνὸς υἱοῦ.
γεννήσει αὐτοῦ χαρήσονται καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν.
Fragmenta homiliae de uno filio Τοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς περὶ ἑνὸς υἱοῦ.
ΕΙ γὰρ εἷς ἐστιν ἰδικῶς Υἱὸς ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, εἷς δὲ ὁμοίως ἰδικῶς καὶ ἕτερος παρ' αὐτὸν ὁ ἐκ σπέρματος ∆αυεὶδ, τῇ πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν κοινωνίᾳ τιμώμενος, πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι ὁ μὲν δίδωσιν, ὁ δὲ λαμβάνει· ὁ μὲν στεφανοῖ, ὁ δὲ στεφανοῦται· καὶ ὁ μέν ἐστι φύσει Κύριος, ὁ δὲ οὐκ ἔστι; τίνες οὖν οἱ ταῦτα λέγοντες καὶ φρονοῦντες, ἢ ποῖον αὐτῶν τὸ κρῖμα, τοὺς ἁγίους ἐρωτήσωμεν μαθητάς. ἄκουε λέγοντος ἐναργῶς "Παρεισέδυσαν "γάρ τινες ἄνθρωποι, οἱ καὶ πάλαι προγεγραμμένοι εἰς τοῦτο "τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ χάριν μετατιθέντες καὶ τὸν "μόνον ∆εσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνού"μενοι." πῶς οὖν μόνος ἐστὶ δεσπότης Ἰησοῦς Χριστὸς ὁ κοινωνὸς τῆς ἑτέρου δεσποτείας γεγονὼς, εἰ κατὰ χάριν ἔχει τοῦτο, εἰ δοτὸν αὐτῷ καὶ αὐτὸ τὸ τῆς υἱοθεσίας ἀξίωμα, εἰ μηδὲν ὅλως αὐτοῦ, πάντα δὲ μᾶλλον ἑτέρου τοῦ δόντος αὐτῷ; μόνον ἔφη δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐκ Θεοῦ Λόγον· πῶς οὖν συνάπτεις αὐτῷ κοινωνὸν τὸν ἐκ σπέρματος ∆αυείδ; οὐκ ἐᾷς γὰρ μόνον εἶναι δεσπότην, 453 μερίζων αὐτοῦ τὴν κυριότητα καὶ προσνέμων ἑτέρῳ. οὐκοῦν λέγομεν τοῖς οὕτω φρονεῖν ἑλομένοις, τὸ διὰ φωνῆς Ἡλίου "Εως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;" οὐδὲν παρ' ὑμῖν ὀρθὸν, χωλεύει δὲ πάντα καὶ πολλὴ σαθρότης ἐννοιῶν· ἀλλ' οὐ ταῖς τινῶν εἰκαιοβουλίας ἑψόμεθα, Χριστὸν δὲ μᾶλλον ὁμολογοῦμεν ἕνα τῇ φύσει καὶ ἀληθῶς ἐκ Πατρὸς Λόγον, καὶ ἐν προσλήψει γεγονότα σαρκὸς καὶ αἵματος.
Ἐκ τοῦ αὐτοῦ λόγου. Ὑπὸ κατάραν ἐσμὲν οἱ εἰς Χριστὸν πιστεύσαντες, εἰ μὴ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ὁ ἐκ παρθένου σαρκωθείς· ἔφη γάρ που περὶ αὐτοῦ ὁ προφήτης Ἡσαΐας "Καὶ ἔσται ἡ "ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ "ἔθνη ἐλπιοῦσι." πῶς οὖν ἐπ' αὐτῷ τὰς ἐλπίδας ἔχοντες, οὐκ ἐσμὲν ἐπάρατοι εἴπερ ἐστὶν ἀληθὴς ὁ προφήτης Ἱερεμίας λέγων "Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον;" ἀλλ' οὐκ ἐπ' ἀνθρώπῳ τὰς ἐλπίδας ἐσχήκαμεν οἱ εἰς Χριστὸν πιστεύσαντες· Θεὸς ἄρα ἐστὶν εἷς καὶ μόνος καὶ κατὰ ἀλήθειαν Υἱὸς καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, ὃς ἔποχος ὢν τῷ πώλῳ κατὰ τὴν τῶν εὐαγγελιστῶν πίστιν ἀνέβαινεν εἰς Ἱεροσόλυμα, εἶτα προυπήντων εὐφημοῦντα μειράκια καὶ δὴ καὶ ἔφασκον "Ὡσαννὰ τῷ υἱῷ ∆αυεὶδ, εὐλογημένος ὁ "ἐρχόμενος ἐν ὀνόματι Κυρίου." πρὸς ταύτην τῶν παίδων τὴν φωνὴν, ἠγανάκτουν οἱ φαρισαῖοι· ἐπειδὴ γὰρ ὁρώμενος ἄνθρωπος τὴν Θεῷ πρέπουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ 454 καὶ προσῄεσαν οἱ θρασεῖς διαμαρτυρόμενοί τε καὶ λέγοντες "Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;" μονονουχὶ γάρ φασιν Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων; καὶ τί πρὸς ταῦτα Χριστός; ἠγανάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δοξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν; οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας "Οὐκ ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ "θηλαζόντων κατηρτίσω αἶνον; ἀμὴν λέγω ὑμῖν ἐὰν οὗτοι "σιωπήσωσιν, οἱ λίθοι κεκράξονται." ὅρας ὅπως προσμεμαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς ∆αυείδ; ἀλλ' οὐκ ἦν δόξης ἀλλοτρίας κοινωνὸς ὡς αὐτοί φασιν ἀλλ' οὐδὲ ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας. διὰ τοῦτο καὶ Θεὸς καὶ Κύριος καὶ Ὕψιστος ὀνομάζεται καὶ διὰ τῆς τῶν ἀγγέλων φωνῆς. καὶ γοῦν ὁ μακάριος Γαβριὴλ τὴν Ἰωάννου γέννησιν εὐαγγελιζόμενος καὶ τὴν ἐσομένην αὐτοῦ διακονίαν ἐναργῆ καθιστὰς τῷ Ζαχαρίᾳ φησὶν ὅτι "πολλοὶ ἐπὶ τῇ