Fragmenta homiliae de uno filio Τοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς περὶ ἑνὸς υἱοῦ.

 γεννήσει αὐτοῦ χαρήσονται καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν.

"γεννήσει αὐτοῦ χαρήσονται καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ "ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν."

Πῶς οὖν ἐπέστρεφεν ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν τοὺς υἱοὺς Ἰσραήλ; εὐηγγελίζετο γὰρ αὐτοῖς λέγων "Ὀπίσω μου ἔρχεται ἀνὴρ "ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν, κἀγὼ οὐκ "ᾔδειν αὐτὸν ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός "μοι εἶπεν Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐ"ρανοῦ καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν "Πνεύματι Ἁγίῳ, κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός "ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ." καὶ οὐκ εἶπε μετὰ τούτου ἐστὶν ὁ υἱὸς τοῦ Θεοῦ ἀλλ' οὐδ' ἐν τούτῳ ἐστὶν, ἀλλ' ὅτι οὗτός ἐστιν.