Homiliarum incertarum fragmenta
461
̓Ανοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας· ἀμήχανον γὰρ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, κτιστὸν ειναι καὶ γενητόν· εἰ γὰρ πᾶν οπέφυκε τίκτειν, ὁμοούσιον ἑαυτῷ γεννᾷ, γεγέννηκε δὲ κατὰ ἀλήθειαν τὸν Υἱὸν ὁ Πατὴρ, πάντως που καὶ ὁμοούσιον ἑαυτῷ γεγέννηκεν. ηγὰρ οὐκ ατοπον ἐξ ἀνθρώπου μὲν οὐχ ἑτεροειδὲς τίκτεσθαι ζῷον, καὶ μὴν ἐκ βοός γε καὶ ιππου· τίκτει γὰρ εκαστον τὸ κατὰ φύσιν ομοιον ἑαυτῷ· τὴν δέ γε 462 θείαν καὶ ἀνωτάτω φύσιν, μηδὲ ἐν τούτοις ειναι νομίζειν ἐν οις ἐστιν ἡ κτίσις; οὐκοῦν εἰ κτίσμα τὸ γεννηθὲν, κτιστὸς αρα καὶ ὁ τεκών· ἀλλ' εστιν ἀγένητος ὁ Πατὴρ, οὐ γὰρ γέγονε παρά τινος, ἀγένητος αρα καὶ ὁ Υἱός· καὶ εἰ χαρακτήρ ἐστι τῆς ὑποστάσεως τοῦ γεγεννηκότος, Θεὸς δὲ κατὰ ἀλήθειάν ἐστιν ὁ τεκὼν, Θεὸς αρα καὶ ὁ χαρακτὴρ αὐτοῦ· χαρακτηρίζει γὰρ, Θεὸν μὲν Θεὸς, κτίσιν δὲ κτίσις. ωσπερ γὰρ ειτις βούλοιτο τὴν γενητὴν καὶ πεποιημένην κτίσιν καταδεῖξαί τισιν, οὐ δύναται λέγειν Ορα μοι τὴν τῆς θεότητος φύσιν, καὶ ἐκ ταύτης νοήσεις ἐκείνην· ὀφθήσεται γὰρ ἀμαθὴς ὁ τοῦτο λέγων· οὐ γὰρ ἡ τῆς θεότητος φύσις ἐφ' ἑαυτῇ καταδείξει τὴν γενητὴν οὐσίαν· ουτως ει τις βούλοιτο τὴν ακτιστον φύσιν ἰδεῖν, οὐκ αν ιδοι ταύτην ὡς ἐν εἰκόνι τῇ κτίσει· διὸ ελεγε τῷ Φιλίππῳ ὁ Κύριος " ̔Ο ἑωρακὼς ἐμὲ "ἑώρακε τὸν Πατέρα·" φυσικὴ δὲ πάντως ἡ ὁμοιότης Υἱῷ πρὸς τὸν Πατέρα καὶ οὐσιώδης ὁ χαρακτήρ.
VI. ̔Ορᾷς οτι Θεὸς χρίεται παρὰ Θεοῦ; οτε γὰρ γέγονεν ανθρωπος μεμενηκὼς
οπερ ην, τότε καὶ καθ' ἡμᾶς ἀνθρωπίνως χρίεται πρὸς ἀποστολήν· χρίεται γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ Πνεύματι, οὐκ ἐνεργεῖται καθάπερ ἐπὶ τῶν ψιλῶν ἀνθρώπων, οιον προφητῶν πατριαρχῶν· χρίσις δέ ἐστιν οιον ολη τοῦ χρίοντος ἡ παρουσία· χρίεται δὲ ὁ Υἱὸς οτε εἰς τὴν οἰκουμένην εἰσήχθη, τουτέστιν οτε ἐσαρκώθη· τότε γὰρ ἐκοινώνησε τῇ κτίσει, ἑνώσας ἑαυτῷ τὸ κτιστὸν, καὶ χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ωστε ποιῆσαι τὰ ἀμφότερα εν.
463VII.̔Ο πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγὼν οὐκ αν ὀλισθήσειε τοῦ ειναι κατὰ ἀλήθειαν Υἱός· οὐ γὰρ ἠμέλησε τοῦ ειναι ο ἐστιν, οπερ οὐκ ην γεγονὼς, μένει δὲ Κύριος ἐν τῇ τοῦ δούλου μορφῇ.
VIII. Νοοῖτο δ' αν πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αιματος καὶ σαρκὸς, ὡς ετερος ων παρ' ἡμᾶς κατὰ φύσιν· οὐ γάρ τοι φαίη τις αν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος μετασχεῖν· ο γάρ ἐστι κατὰ φύσιν, πῶς αν τις νοοῖτο λαβὼν ὡς ετερον ων τι παρ'οπερ ἐστί; τί δέ ἐστι. Παραπλησίως "μετέσχε τῶν αὐτῶν," η ἐκεῖνό που πάντως, οτι γέγονε καθ' ἡμᾶς ἐν αιματι καὶ σαρκὶ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οὐκ αψυχον, καθάπερ εδοξέ τισι τῶν αἱρετικῶν, ἐψυχωμένον δὲ ψυχῇ λογικῇ· καὶ ουτω προῆλθεν ανθρωπος ἐκ γυναικὸς, οὐκ ὀλιγωρήσας τοῦ ειναι Θεὸς, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς, μεμενηκὼς οπερ ην ἀεί; ἐπειδὴ δὲ βαθὺς ὁ λόγος, πρόσεχε διεγηγερμένῳ νοῒ πῶς ἡμεῖς κεκοινωνήκαμεν αιματος καὶ σαρκός· ἑτεροφυὴς μὲν γὰρ ἡ ψυχὴ πρὸς αιμα καὶ σάρκα, ἀλλ' εἰς ανθρωπον ενα δι' ἀμφοῖν συντεθείμεθα, ταῖς τοῦ πλάσαντος ἡμᾶς εὐτεχνίαις, εἰς αφραστόν τινα συνδεδραμηκότων ἑνότητα τῶν ἀλλήλοις ἐναντίων κατὰ τὴν φύσιν. βούλει καθά φησιν ̔Ησαΐας, μετρήσωμεν "τῇ χειρὶ "τὸ υδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν "δρακί;" βούλει τὰ ὑπὲρ ἡμᾶς ιδωμεν ἐκ τῶν καθ' ἡμᾶς; οὐκοῦν παραθέντες εἰς παράδειγμα βραχὺ τὸν ἐκ ψυχῆς καὶ σώματος ανθρωπον, ἀναπηδήσωμεν εἰς ἐννοίας τὰς ἐπὶ Χριστῷ· ενωσιν ἀληθῆ γενέσθαι φαμὲν