Homiliarum incertarum fragmenta

 προσλαβόντος τοῦ 464 Λόγου τὸ ἀνθρώπινον· ιδιον γὰρ ἐποιήσατο τὸ σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ιδιον δὲ ὡσανεὶ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτο

 σπέρματος ̔Αβραὰμ ἐπελάβετο, Θεὸς ων ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ ε

 μαθητής; ̔Ως ουν παρελάβετε τὸν Χριστὸν ̓Ιησοῦν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν.

 εὐημερίαν; επαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ ∆εσπότῃ τὸ κέρδο

 ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, καὶ κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾳδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρ

ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, καὶ κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾳδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας Θεοῦ ζῶντος. καὶ τοῦτο εἰδὼς ὁ αγιος εφη Στέφανος "Κύριε ̓Ιησοῦ δέξαι τὸ πνεῦμά "μου·" καὶ ὁ μακάριος δὲ γράφει Πέτρος "Ωστε καὶ "πάσχοντες κατὰ θέλημα τοῦ Θεοῦ πιστῷ κτίστῃ παρατι"θέσθωσαν τὰς ἑαυτῶν ψυχάς."

469 XII. Κυρίλλου ἐν ὁμιλίᾳ ἐπιγεγραμμένῃ εἰς τὸ Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ηλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ· περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ωρας οὐδεὶς οιδεν. ̓Αλλ' οταν καὶ τοῦτο λέγῃ, οὐ πάντως ἑαυτὸν σημαίνει· ουτε γὰρ προσέθηκεν ἀκριβῶς Οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' ἀπολελυμένως Οὐδὲ ὁ υἱός φησιν· ινα τοιοῦτόν τι νοῇς· ἐσπούδαζον κατὰ ἀκρίβειαν πάντα μανθάνειν οἱ μαθηταὶ, καὶ ἐπεχείρουν ινα ουτως ειπω καὶ αὐτὰ περιεργάζεσθαι τὰ βάθη τοῦ Κυρίου. ἀλλ' ην τὸ πρᾶγμα λίαν ὑπὲρ αὐτούς. ινα τοίνυν μὴ ἀπαγορεύσας τὴν ἐξήγησιν ὡς ἠβούλοντο μαθεῖν, δόξῃ πως λυπεῖν τοὺς γνησιεύοντας, ἐπεσκιασμένως φησί "Περὶ δὲ τῆς ἡμέρας ἐκείνης η τῆς ωρας, οὐδεὶς οιδεν, οὐδὲ "οἱ αγγελοι, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατήρ·" ινα νοῇς ουτως· εἰ καὶ κέκληται πρὸς υἱοθεσίαν ὁ ανθρωπος καὶ υἱὸς ἀνεδείχθη νέος, ἀλλὰ μὴ ζητείτω τὰ ὑπὲρ φύσιν, μηδὲ ἀξιούτω μαθεῖν απερ μηδὲ τοῖς ἀγγέλοις ἀπεκάλυψεν ὁ Πατήρ· εἰδὲ αγγελος οὐκ οιδεν, οὐδὲ ανθρωπος εισεται καν εἰ κέκληται πρὸς υἱοθεσίαν.