Peri tropwn poihtikwn
ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΧΟΙΡΟΒΟΣΚΟΥ ΠΕΡΙ ΤΡΟΠΩΝ ΠΟΙΗΤΙΚΩΝ. Πάσης παλαιᾶς καὶ νέας γραφῆς ποιητικοὶ τρόποι εἰσὶν κζʹ. ἀλληγορία, μεταφορά, κατάχρησις, μετάληψις, ὑπερβατόν, ἀναστροφή, συνεκδοχή, σύλληψις, ὀνοματο ποιΐα, πεποιημένον, ἀντονομασία, μετωνυμία, ἀντίφρα σις, περίφρασις, ἔλλειψις, πλεονασμός, ἐπανάληψις, ἐξοχή, ὑπερβολή, αἴνιγμα, παραβολή, ἀνταπόδοσις, προσωποποιΐα, παράδειγμα, εἰρωνεία, σχῆμα καὶ ὑστε ρολογία. λέγονται δὲ ποιητικοὶ τρόποι, διότι παρὰ τοῖς ποιηταῖς πλεονάζουσιν τὴν κοινὴν συνήθειαν ὑπερβαί νοντες.
{1αʹ. ΑΛΛΗΓΟΡΙΑ.}1 Ἀλληγορία ἐστὶ λέξις ἕτερόν τι λέγουσα καὶ ἑτέραν ἔννοιαν παριστῶσα, ὡς τὸ λεγόμενον ἐν τῇ θείᾳ γραφῇ, ἐν οἷς πρὸς τὸν ὄφιν φησὶν ὁ θεός, 20ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν20· ὁ γὰρ λόγος πρὸς τὸν ὄφιν ἐστίν, ἐπὶ δὲ τοῦ διαβόλου ἀναλόγως αὐτὸν ἐκλαμβάνομεν, ἤγουν ἀλληγορικῶς. παραλαμβάνεται δὲ αὕτη καὶ διὰ σεμνότητα καὶ δι' εὐλάβειαν· σεμνότητα μέν, ὡς ἔχει τὰ περὶ τῆς Ἥρας, ἐν οἷς φησιν ὁ Ζεὺς πρὸς αὐτήν, ἦ οὐ μέμνησ' ὅτε ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖϊν ἄκμονας ἧκα δύο· περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσειον· 245 ἧς ἡ ἔννοια αὕτη, τῷ πέρατι τοῦ ἀέρος ἥ τε γῆ καὶ τὸ ὕδωρ συνάπτονται, ἃ καὶ ἄκμονας ὡς βαρύτερα τῶν ἄλ λων στοιχείων λέγει, χρύσειον δὲ δεσμὸν τὴν περικεχυ μένην τῷ ἀέρι αὐγὴν ἐκ τοῦ ἡλιακοῦ φωτός, ᾧ ἥνωται ὁ ἀήρ. δι' εὐλάβειαν δέ, ὡς τὸ 20λῦσε δὲ παρθενικὴν ζώνην20, ἀντὶ τοῦ ἔφθειρεν· ὡς καὶ παρὰ Καλλιμάχῳ, 20τὸ πῦρ δέ τ' ἀνέκαυσας, ἕως οὗ πολλῇ κεχώ ρηκε φλογί20, καὶ πάλιν 20ἴσχε δὲ δρόμου μαργῶν τας ἵππους, μὴ δευτέραν κάμψῃς, μήτι παρὰ νύσσῃ δίφρον ἄξωσιν, ἐκ δὲ κύμβαχος κυβι στήσῃς20. ταῦτα οὐ κυρίως εἴρηται· οὔτε γὰρ περὶ πυ ρὸς οὔτε περὶ ἱπποδρομίας ὁ λόγος αὐτῷ, ἀλλ' ὥσπερ αἰδούμενος εἰπεῖν, ὃ ἐβούλετο, τῇ ἀλληγορίᾳ ἐχρήσατο.
{1βʹ. ΜΕΤΑΦΟΡΑ.}1 Μεταφορά ἐστι λέξις ἀφ' ἑτέρου εἰς ἕτερον μεταφε ρομένη, ἢ ἀπὸ τοῦ κυρίως λεγομένου μεταφερομένη ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα, ἔχει δὲ εἴδη δʹ. ἢ γὰρ ἀπὸ ἐμψύχων εἰς ἔμψυχα μετάγεται, ἢ ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, ἢ ἀπὸ ἀψύχων εἰς ἔμψυχα, ἢ ἀπὸ ἐμψύχων εἰς ἄψυχα. καὶ ἀπὸ μὲν ἐμψύχων ἐπ' ἔμψυχα, ὡς ὅταν τις τὸν βασιλέα λέγῃ ποιμένα λαῶν· τὸ γὰρ ποιμαίνειν ἐμψύχων ὂν πάλιν ἐπ' ἔμψυχα μετενήνεκται, ἐπειδὴ ὥσπερ τοῖς ποιμέσιν ὑποτέτακται τὰ ποίμνια, οὕτω καὶ τοῖς βασιλεῦσιν οἱ ὑπὸ χεῖρα· ποιμὴν γὰρ κυρίως ὁ τῶν προβάτων νομεὺς λέγεται· ἀμφότεροι γοῦν ἔμψυχοι, ὅ τε βασιλεὺς καὶ ὁ τῶν προβάτων νομεύς. ἀπὸ δὲ ἀψύ χων ἐπὶ ἄψυχα, ὡς ὅταν τις ἄνθρακα πυρὸς ἐν σποδῷ κρύψας λέγῃ σπέρμα· πυρὸς διασώσασθαι. τὸ γὰρ σπέρμα κυρίως ἐπὶ τῶν σπειρομένων καρπῶν λεγόμε νον νῦν ἐπὶ τῆς ἀνθρακιᾶς ἐλήφθη· ἢ εἴπῃ πολλὴ κέχυ ται τῇ ὕλῃ φλόξ· τὸ γὰρ χεῖσθαι τοῖς ὑγροῖς συμβέβη 246 κεν. ἀπὸ δὲ ἀψύχων εἰς ἔμψυχα, ὡς ὅταν ὁ Ὀδυσσεὺς λέγῃ πρὸς τὸν Αἴαντα τοῖος γάρ σφισι πύργος ἀπώλετο· ὁ γὰρ πύργος ἄψυχος ὢν ἐπὶ τοῦ Αἴαντος ἐμψύχου ὄν τος εἴρηται. καὶ ἡ 20θάλασσα εἶδε καὶ ἔφυγε20· τὸ γὰρ ὁρᾶν ἐπὶ ἐμψύχων κυρίως λέγεται, ἡ δὲ θάλασσα ἄψυχός ἐστιν. ἀπὸ δὲ ἐμψύχων ἐπὶ ἄψυχα, ὡς ὅταν τις τὴν ἀκρώρειαν τοῦ ὄρους κορυφὴν ἢ κεφαλὴν εἴπῃ· κορυφὴ γὰρ καὶ κεφαλὴ ἐπὶ ἐμψύχων λέγεται. καὶ πά λιν, 20αἰχμὴ δὲ διέσσυτο μαιμώωσα20. καὶ πάλιν, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα καλὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι· τὸ γὰρ μαιμώωσα καὶ τὸ λιλαιόμενα καὶ τὸ ἆσαι ἔμ ψυχα ὄντα ἐπὶ τῶν ἀψύχων λέλεκται δοράτων. ὁμοίως καὶ τὸ 20οὔρεος ἐν κορυφῇσι20, καὶ 20πόδες πολυπι δάκου Ἴδης20, δέον ἀκρώρειαν καὶ ὑπώρειαν