Peri tropwn poihtikwn

 εἰπεῖν. ἔστι δὲ καὶ πέμπτον εἶδος μεταφορᾶς ὡς ἀπὸ πράξεως εἰς πρᾶξιν, οἷον ἤδη πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὕφαινε. τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμά

 {1ηʹ. ΣΥΛΛΗΨΙΣ.}1 Σύλληψίς ἐστι φράσις ἀφ' ἑνός τινος κυρίου κατὰ 249 δύο ἢ καὶ πλειόνων λαμβανομένη· ἢ φράσις τὸ ἄλλῳ πραχθὲν ἐφ' ἕτερον ἕλκουσα, οἷο

 κάλλους γινομένη, ὡς ὁ Μεταφρα στὴς ἡμῖν δείκνυσιν ἐν ταῖς μεταφράσεσι· παράφρασις δὲ ἡ ἐναλλαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν τῶν αὐτῶν, ὡς τὸ μῆνιν ἄειδε

 {1καʹ. ΠΑΡΑΒΟΛΗ.}1 Παραβολή ἐστι φράσις δι' ὁμοίων καὶ γινωσκομέ νων ἐπ' ὄψιν ἄγουσα τὸ νοούμενον, ὡς ἔχει ἡ τοῦ Κυρίου περὶ τοῦ ἀσώτου παραβολή, ἐν ᾗ

 {1ΕΤΕΡΟΓΕΝΕΣ.}1 Ἑτερογενές ἐστι μετάβασις ἀπὸ γένους εἰς γένος πρὸς τὸ νοούμενον, οἷον τὰ περὶ θαλάσσης φοβερά εἰσιν ἐρημίαι οὖσαι· καὶ ὁ θεολόγος, 20

{1καʹ. ΠΑΡΑΒΟΛΗ.}1 Παραβολή ἐστι φράσις δι' ὁμοίων καὶ γινωσκομέ νων ἐπ' ὄψιν ἄγουσα τὸ νοούμενον, ὡς ἔχει ἡ τοῦ Κυρίου περὶ τοῦ ἀσώτου παραβολή, ἐν ᾗ δείκνυσι τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὴν τοῦ ἑαυτοῦ παρτὸς ἀγαθότητα, καὶ πῶς προσίεται τοὺς μετανοοῦντας.

{1κβʹ. ΑΝΤΑΠΟ∆ΟΣΙΣ.}1 Ἀνταπόδοσίς ἐστιν ἐπεκδιδαχὴ τῶν ἐν τῇ παραβολῇ ὑποκειμένων πραγμάτων, ὡς ἵνα εἴπωμεν, ᾧ λόγῳ ἐχρή σατο ὁ πατὴρ τοῦ ἀσώτου, τοιούτῳ καὶ ὁ θεὸς προσαρ μόζεται τοῖς ἀνθρώποις, καὶ δείξωμεν συγκρίνοντες τὰ πράγματα τῆς παραβολῆς, τὴν ὁμοίωσιν.

{1κγʹ. ΠΡΟΣΩΠΟΠΟΙΙΑ.}1 Προσωποποιΐα ἐστίν, ὡς ὅταν τις τοῖς ἀψύχοις πρό σωπα ἔσθ' ὅτε καὶ λόγους ἁρμοδίους προσάπτῃ, ὡς τὸ 20οἱ οἰωνοὶ διηγοῦνται δόξαν θεοῦ20.

{1κδʹ. ΠΑΡΑ∆ΕΙΓΜΑ.}1 Παράδειγμά ἐστι λόγος πρὸς ἕτερόν τι συγκριτικῆς δείξεως ἔμφασιν ἔχων, ὡς τὸ Σολομῶντι ῥηθὲν 20μίμη σαι τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ20, τὸ πονικὸν αὐτοῦ ζηλοῦν ἡμᾶς παρα κελευόμενος, οὐ τὴν φύσιν.

{1κεʹ. ΕΙΡΩΝΕΙΑ.}1 Εἰρωνεία ἐστὶ λόγος ὑποκοριστικὸς δι' ἐναντίου τὸ ἐναντίον δηλῶν. τῆς δὲ εἰρωνείας εἴδη δʹ, χλευασμός, μυκτηρισμός, σαρκασμός, ἀστεϊσμός. χλευασμὸς λόγος μετὰ μειδιάματος ἐξερχόμενος, ὡς ὅταν τις τὸν ῥιψάσπι δα γελῶν ἀνδρεῖον πολεμιστὴν εἴποι. μυκτηρισμὸς δὲ λόγος διασυρτικὸς μετὰ τῆς τῶν ῥινῶν ἐπιμύξεως γινό μενος, ὡς ὅταν τὸν ἐπὶ κακῷ ἁλόντα ὀνειδίζοντες εἴπω μεν, πνεῦμα διὰ τῶν ῥινῶν ἐκφέροντες, καλὸν ἔργον 255 ἐποίησας, ὦ ἑταῖρε, καὶ ἀναγκαῖον καὶ φρονίμου ἀνδρός. σαρκασμὸς δὲ λόγος τὴν ἀλήθειαν διὰ χρηστῶν ῥημά των ἐκφέρων, ὡς ὅταν τὸν ἐν προλήψει τιμῆς περιπε σόντα κακοῖς καὶ διὰ τοῦτο ἀτιμαζόμενον ἐπεγγελῶντες εἴπωμεν, εἰς μεγάλην δόξαν καὶ τιμὴν ἤγαγες σεαυτόν, ὦ ἑταῖρε. ἀστεϊσμὸς δὲ λόγος ἀφ' ἑαυτοῦ διασυρτικός, ὡς ὅταν τῷ μηδὲν ἐπισταμένῳ εἴποιμεν, σὺ εἶ ὦ ἑταῖρε τῶν λόγων τὸ κλέος.

{1κʹ. ΣΧΗΜΑ.}1 Σχῆμά ἐστιν ἀπολογίαν ἔχων σολοικισμός, ὡς ἵνα εἴπωμεν, ὁ κύριος Ἰωάννης, ὃν ὁ θεὸς ἐλεήσει, καλὸς ἄνθρωπός ἐστιν.

{1κζʹ. ΥΣΤΕΡΟΛΟΓΙΑ.}1 Ὑστερολογία ἐστὶ λόγος πρῶτος ὕστερος λεγόμενος καὶ διὰ τοῦτο πρωθύστερος ὀνομαζόμενος, ὡς ὅταν εἴ-ποιμεν, καλῶς ἐτελειώθη ὁ δεῖνα καὶ καλῶς ἐβίωσεν, ἀντὶ τοῦ εἰπεῖν καλῶς ἐβίωσε καὶ καλῶς ἐτελειώθη· πρῶτον γὰρ βιοῖ τις καὶ ὕστερον τελειοῦται.

{1[ΠΑΡΑΠΛΗΡΩΜΑ.}1 Παραπλήρωμά ἐστι λέξις ἐκ περισσοῦ λαμβανομένη κόσμου χάριν ἢ μέτρου. κόσμου μέν, οἷον 20καί κέ τις ὧ δ' ἐρέει20· περισσεύει γὰρ τὸ 20κὲ20, οὗ καὶ χωρὶς σώζε-ται τὸ μέτρον· μέτρου δέ, οἷον ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. ἀναγκαία γὰρ ἐνταυθοῖ ἡ πρὸ πρόθεσις ἐγίνετο διὰ τὸ μέτρον. καὶ αὖθις Πάνδαρος ᾧ καὶ τὸ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε. τοῦ 20καὶ20 συνδέσμου καὶ ἐνταυθοῖ διὰ τὸ μέτρον ληφθέν-τος. τούτων τῶν συνδέσμων καὶ ἐνταυθοῖ περισσῶν ὄν-των ὅμως διὰ τὸ σωθῆναι τὸ μέτρον ἐλήφθησαν. 256

{1ΧΑΡΙΕΝΤΙΣΜΟΣ.}1 Τί ἐστι χαριεντισμός; λόγος εὐτράπελος, ἐν ᾧ δια-χεῖται ὅ τε λέγων καὶ ὁ ἀκούων.

{1ΕΠΕΞΗΓΗΣΙΣ.}1 Ἐπεξήγησίς ἐστιν ἀσαφοῦς λέξεως ἢ λόγου σαφη-νισμός, λέξεως μέν, ὡς τὸ λάβετε ἀκινάκην, ὅ ἐστι Περ-σικὸν ξίφος· λόγου δέ, ὡς τὸ ὁ οἶκος βεβαίως οὐκ οἰ-κειοῦται· λέγω δέ, ὡς οἱ μένοντες ἐν τούτῳ ταχέως μετέρχονται. {1ΑΠΟ ΚΟΙΝΟΥ.}1 Ἀπὸ κοινοῦ ἐστι λέξις ἅπαξ μὲν λεγομένη, καὶ ἔξω-θεν λαμβανομένη, οἷον ἀπελθὼν ᾔτησε τοὺς ἄνδρας, μάλιστα δὲ Χαρίδημον καὶ Ἵππαρχον· καὶ Ὅμηρος ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρείδα δὲ μάλιστα. ἀπὸ κοινοῦ γὰρ ἐπ' ἐκείνους μὲν τὸ ᾔτησεν, ἐπὶ τούτου δὲ τὸ ἐλίσσετο.