1
In Aegyptiorum adventum
ΛΟΓΟΣ Λ∆ʹ.
Εἰς τοὺς Αἰγύπτου ἐπιδημήσαντας.
Αʹ. Τοὺς ἀπ' Αἰγύπτου προσφθέγξομαι, δίκαιον γάρ· ἐπειδὴ καὶ προθύμως συνεληλύθασι, τῷ ζήλῳ τὸν φθόνον νικήσαντες, Αἰγύπτου ταύτης, ἣν πλουτίζει μὲν ποταμὸς ἐκ γῆς ὕων, καὶ πελαγίζων ὥρια ἵνα καὶ αὐτὸς μικρόν τι μιμήσωμαι τοὺς περὶ ταῦτα κομψούς· πλουτίζει δὲ Χριστὸς ὁ ἐμὸς, πρότερον μὲν εἰς Αἴγυπτον φυγαδευόμενος, νυνὶ δὲ ἀπ' Αἰγύπτου χορηγούμενος· τότε μὲν, ἐκ τῆς Ἡρώδου παιδοφονίας, νῦν δὲ, ἐκ τῆς τῶν πατέρων φιλοτεκνίας· Χριστὸς, ἡ καινὴ τροφὴ τῶν καλῶς πει νώντων, ἡ μείζων σιτοδοσία πάσης τῆς ἱστορου μένης τε καὶ πιστευομένης· ὁ ἅρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τὴν ἀνόλεθρόν τε καὶ ἀκατάλυτον, περὶ οὗ καὶ νῦν ἀκούειν δοκῶ μοι λέγοντος τοῦ Πατρός· Ἐξ Αἰγύπτου ἐκά λεσα τὸν Υἱόν μου.
Βʹ. Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος εἰς πάντας ἀν θρώπους, ὑγιῶς πιστευόμενός τε καὶ κηρυσσόμενος καὶ ὑμεῖς ἄριστοι καρποδόται πάντων, μάλιστα τῶν νῦν ὀρθῶς πιστευόντων, ὅσα ἐμὲ γινώσκειν, τὸν τῆς τοιαύτης τροφῆς, οὐκ ἐραστὴν μόνον, ἀλλὰ καὶ χορηγὸν, καὶ οὐκ ἔνδημον μόνον, ἀλλ' ἤδη καὶ ὑπερ όριον. Ὑμεῖς γὰρ τρέφετε μὲν σωματικῶς δήμους καὶ πόλεις, ἐφ' ὅσον ἐξικνεῖται ὑμῶν τὸ φιλάνθρω πον· τρέφετε δὲ πνευματικῶς, οὐ τὸν δεῖνα δῆμον, οὐδὲ τήνδε, ἢ τήνδε τὴν πόλιν μικροῖς ὁρίοις περι γραφομένην, κἂν φρονῶσιν ὑπέρλαμπρον, ἀλλὰ μικροῦ πᾶσαν τὴν οἰκουμένην. Καὶ θεραπεύετε, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἃ καὶ λιμώττειν οὐ μέγα, καὶ μὴ λιμώττειν ῥᾴδιον· ἀλλὰ λιμὸν τοῦ 36.244 ἀκοῦσαι λόγου Κυρίου, ὃν καὶ πάσχειν ἐλεεινό τατον, καὶ θεραπεύειν νῦν ἐργωδέστατον· ἐπειδὴ ἐπληθύνθη ἡ ἀνομία, καὶ ὀλίγους εὑρίσκω τοὺς γνη σίους ταύτης θεραπευτάς.
Γʹ. Τοιοῦτος Ἰωσὴφ ὁ ὑμέτερος σιτομέτρης, ταυτὸν δὲ εἰπεῖν καὶ ἡμέτερος, ὃς καὶ προβλέπειν ᾔδει λιμὸν ὑπὸ σοφίας ὑπερβαλλούσης, καὶ θεραπεύειν λόγοις οἰκονομίας, ταῖς καλαῖς τῶν βοῶν καὶ πίοσι, τὰς αἰσχρὰς καὶ ἀτρόφους ἰώμενος. Καὶ Ἰωσὴφ ὁπότερον βούλει λαμβάνειν, εἴτε τὸν τῆς ἀθανασίας ἐραστὴν, καὶ δημιουργὸν, καὶ ἐπώνυμον· εἴτε τὸν ἐκείνου καὶ θρόνῳ, καὶ λόγῳ, καὶ πολιᾷ διάδοχον, τὸν νέον Πέτρον ἡμῖν, οὐχ ἧττον τὴν ἀρετὴν, ἢ τὴν κλῆσιν· ὑφ' ὧν τὸ μέσον ἐξεκόπη καὶ συνετρίβη, κἂν ἔτι σπαίρῃ μικρά τε καὶ ἀσθενῆ, καθάπερ τὸ οὐραῖον διακοπέντος τοῦ ὄφεως· ὧν ὁ μὲν ἐν γήρᾳ καλῷ καταλύσας τὸν βίον ἐπὶ πολλοῖς τοῖς ἀγωνίσμασι καὶ ἀθλήμασιν, ἄνωθεν ἐποπτεύει, εὖ οἶδα, νῦν τὰ ἡμέτερα, καὶ χεῖρα ὀρέγει τοῖς ὑπὲρ τοῦ καλοῦ κάμνουσι, καὶ τόσῳ μᾶλλον, ὅσῳ τῶν δεσμῶν ἐστιν ἐλεύθερος· ὁ δὲ ἐπὶ τὴν αὐτὴν κατάλυσιν, ἢ ἀνάλυσιν, ἐπὶ τοῖς αὐτοῖς ἄθλοις ἐπείγεται, καὶ πλησιάζει μὲν ἤδη τοῖς ἄνω, τοσοῦ τον δὲ μετὰ τῆς σαρκός ἐστιν ἔτι, ὅσον βοηθῆσαι τῷ λόγῳ τὰ τελευταῖα, καὶ τῆς ὁδοῦ γενέσθαι μετὰ δα ψιλεστέρων τῶν ἐφοδίων.
∆ʹ. Τούτων ὑμεῖς θρέμματα καὶ προβλήματα τῶν μεγάλων, καὶ δογματιστῶν, καὶ ἀγωνιστῶν τῆς ἀλη θείας, καὶ νικητῶν· οὓς οὐ καιρὸς, οὐ δυνάστης, οὐ λόγος, οὐ φθόνος, οὐ φόβος, οὐ κατήγορος, οὐ συκοφάντης, οὐ φανερῶς πολεμῶν, οὐ λαθραίως ἐπιβουλεύων, οὐχ ἡμέτερος τῷ δοκεῖν, οὐκ ἀλλότριος, οὐ χρυσὸς, ὁ ἀφανὴς τύραννος, ᾧ νῦν τὰ πολλὰ μεταῤ ῥίπτεται καὶ πεττεύεται, οὐ θεραπεῖαι, οὐκ ἀπειλαὶ, οὐκ ἐξορίαι μακραί τε καὶ ἀριθμούμεναι (δημεύσει γὰρ οὐκ ἐγένοντο μόνον