1

 2

 3

 4

1

In novam Dominicam

ΛΟΓΟΣ Μ∆ʹ.

Εἰς τὴν καινὴν Κυριακήν. Αʹ. Ἐγκαίνια τιμᾶσθαι, παλαιὸς νόμος, καὶ καλῶς ἔχων· μᾶλλον δὲ, τὰ νέα τιμᾶσθαι δι' Ἐγκαινίων· καὶ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις, ἑκά στης τοῦ ἐνιαυτοῦ περιτροπῆς τὴν αὐτὴν ἡμέραν ἐπαγούσης, ἵνα μὴ ἐξίτηλα τῷ χρόνῳ γένηται τὰ καλὰ, μηδὲ παραῤῥυῇ λήθης βυθοῖς ἀμαυρούμενα. Ἐγκαινίζονται μὲν πρὸς Θεὸν νῆσοι, τῷ Ἠσαΐᾳ ὥσπερ ἀνέγνωμεν, ἅστινας δὴ τὰς νήσους ταύ τας ὑποληπτέον· οἶμαι δὲ τὰς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας ἄρτι καθισταμένας, καὶ τῆς ἀλμυρᾶς ἀπιστίας ἀνακυπτούσας, καὶ πῆξιν λαμβανούσας, τῷ Θεῷ βάσιμον. Ἐγκαινίζεται δὲ τεῖχος χαλκοῦν, παρ' ἄλλῳ προφήτῃ· οἶμαι δὲ, ψυχὴ στεῤῥὰ, καὶ χρυσοει δὴς, καὶ ἀριπαγὴς εἰς εὐσέβειαν. Ἄδειν δὲ τῷ Κυρίῳ ᾆσμα καινὸν κελευόμεθα, εἴτε οἱ εἰς Βαβυλῶνα καὶ τὴν πονηρὰν σύγχυσιν κατασυρέντες ὑπὸ τῆς ἁμαρτίας, ἔπειτα πρὸς τὴν Ἱερουσαλὴμ ἀνασωθέντες (κακεῖ μὲν οὐ δυνάμενοι τὴν θείαν ᾄδειν ᾠδὴν, ὡς ἐπὶ γῆς ἀλλοτρίας, ἐνταῦθα δὲ νέαν ᾠδὴν καὶ πολιτείαν ἱστάμενοι)· εἴτε οἱ μείναντες ἐν τῷ καλῷ, καὶ προκόπτοντες· καὶ τὸ μὲν κατωρθωκό τες ἤδη, τὸ δὲ κατορθοῦντες, παρὰ τοῦ ἁγίου καὶ καινοποιοῦ Πνεύματος.

Βʹ. Ἐγκαινίζεται δὲ ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ λίαν πολυτελῶς, ἣν Θεὸς παρέδειξε, καὶ Βεσελεὴλ ἐτελείωσε, καὶ Μωσῆς ἐπήξατο. Ἐγκαινίζεται δὲ ἡ βασιλεία ∆αβὶδ, καὶ οὐχ ἅπαξ, ἀλλὰ χριομένου τὸ πρότερον, ἀναγορευομένου τὸ δεύτερον. Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν, ὁ τῆς ἀπιστίας, καὶ Ἰησοῦς παρῆν, ὁ Θεὸς καὶ ναὸς, Θεὸς αἰώνιος, ναὸς πρόσφατος, ὁ αὐθημε 36.609 ρὸν λυόμενος, καὶ τριήμερος ἀνιστάμενος, καὶ μένων εἰς τοὺς αἰῶνας, ἵν' ἐγὼ σωθῶ, καὶ τοῦ πα λαιοῦ πτώματος ἀνακληθῶ, καὶ γένωμαι και νὴ κτίσις, διὰ τῆς τοιαύτης φιλανθρωπίας ἀνα πλαττόμενος. Ἐπιζητεῖ δὲ ὁ θεῖος ∆αβὶδ καρδίαν καθαρὰν ἐν ἑαυτῷ κτιζομένην, καὶ πνεῦμα εὐθὲς τοῖς ἐγκάτοις ἐγκαινιζόμενον· οὐχ ὡς οὐκ ἔχων, (τίς γὰρ, εἰ μὴ ∆αβὶδ ὁ τοσοῦτος;) ἀλλ' ὡς καινὸν γινώ σκων τὸ νῦν ἀεὶ προστιθέμενον. Καὶ τί δεῖ μοι πλειόνων Ἐγκαινίων, ἐνὸν τὰ παρόντα γνωρίσαι, καὶ ἃ σήμερον πανηγυρίζομεν, τῇ ζωῇ μετὰ θάνατον πλησιάσαντες; Ἐγκαίνια, Ἐγκαίνια ἡ πανήγυρις, ἀδελφοί. Λεγέσθω γὰρ πολλάκις ὑφ' ἡδονῆς. Καὶ τίνα ταῦτα; Οἱ μὲν εἰδότες, διδάξατε· οἱ δὲ ἀγνοοῦντες, τὴν ἀκοὴν ἐγκαινίζεσθε. Γʹ. Φῶς ἦν ἀπρόσιτον, καὶ ἀδιάδοχον, ὁ Θεὸς, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, οὔτε μετρούμενον, ἀειλαμπὲς, τριλαμπὲς, ὀλίγοις ὅσον ἐστὶ θεωρούμε νον, οἶμαι δὲ, οὐδὲ ὀλίγοις. Καὶ φῶτα δεύτερα, τοῦ πρώτου Φωτὸς ἀπαυγάσματα, αἱ περὶ αὐτὸν δυνάμεις, καὶ τὰ λειτουργικὰ πνεύματα. Τὸ δὲ παρ' ἡμῖν τοῦτο φῶς, οὐχ ὕστερον ἤρξατο μόνον, ἀλλὰ καὶ νυκτὶ τέ μνεται, καὶ τέμνει νύκτα ἰσομοιρίᾳ, ὄψει πι στευθὲν, καὶ ἀέρι χυθὲν, καὶ λαμβάνον ὃ δίδω σιν. Ὁρᾷν τε γὰρ ὄψει παρέχει, καὶ πρῶτον ὁρᾶται παρὰ τῆς ὄψεως, καὶ τοῖς ὁρατοῖς περιῤῥέον, παῤῥησίαν χαρίζεται. Βουληθεὶς γὰρ ὁ Θεὸς τόνδε τὸν κόσμον συστήσασθαι, τὸν ἐξ ὁρατῶν τε καὶ ἀοράτων συνεστηκότα, τὸν μέγαν καὶ θαυμαστὸν τῆς μεγαλειότητος αὐτοῦ κήρυκα, τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς, καὶ οὐκ ἄλλο· (τί γὰρ ἔδει φω τὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι;) τοῖς κάτω δὲ καὶ περὶ ἡμᾶς πρώτην ἐκλάμπει τὴν τοῦ φωτὸς τούτου δύναμιν. Καὶ γὰρ ἔπρεπε τῷ μεγάλῳ φωτὶ τῆς δημιουργίας ἐκ φωτὸς ἄρξασθαι, ᾧ λύει τὸ σκότος, καὶ τὴν ἐπέχουσαν τέως ἀκοσμίαν καὶ ἀτα ξίαν.